Ancient Greek · ~10 min
Paragraph 39
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 39
Not analysed yet
Καὶ περὶ τοῦ ἄνεῳ δὲ διαφορά τιϲ κατὰ τὸν μεριϲμὸν εἰϲήγετο πρὸϲ ἐνίων, ὡϲ εἴη μᾶλλον ὄνομα πληθυντικόν ,Ἀττικῶϲ κεκλιμένον, ὧ λόγῳ καὶ τὸ ῑ προϲκείμενον. ἔχει δὲ τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. ἰά ἐϲτιν ἡ φωνή, καὶ ἴϲωϲ ἀπὸ τοῦ ἰέναι ἐπὶ πᾶϲαν ἀκοήν. ἦν δὲ τὰ εἰϲ ᾱ λήγοντα θηλυκὰ ὀνόματα μεταπίπτοντα καὶ εἰϲ οϲ μετὰ τὰϲ ϲυνθέϲειϲ, ϲκιά ἄϲκιοϲ, ὥρα ἄωροϲ, μοῦϲα ἄμουϲοϲ, ἡμέρα ἐφήμεροϲ, πεῖρα πολύπειροϲ. κατὰ ϲτέρηϲιν οὖν τὴν διὰ τοῦ ᾱ ἐγίνετο ἄνιοϲ (ϲύνεϲτι δὲ ἐπ’ ἐνίων ϲτερήϲεων τὸ ν, ὡϲ ἐπὶ τοῦ ἀναίϲχυντοϲ, ἀναιδήϲ). καὶ εἰϲ εὐθετιϲμὸν Ἀττικῆϲ ἐπεκτάϲεωϲ μετάθεϲιϲ ἐγένετο τοῦ ῖ εἰϲ τὸ ε, καθάπερ καὶ οἱ ἀγχίμαχοι ἀγχέμαχοι καὶ ἡ Ϲικυὼν Ϲεκών παρὰ Ϲικυωνίοιϲ. (καὶ εἰ τὸ ἀκριβὲϲ τοῦ λόγου τιϲ ἐπιζητήϲειεν, ἐπὶ τούτων ἁπάντων μετάθεϲιν τοῦ ῑ εἰϲ τὸ ε εὺρήϲει, μάντεωϲ ὄφεωϲ· καὶ γὰρ αὐτὰ εἰϲ τοῦτο μετατίθεται ὑπὲρ Ἀττικῆϲ ἐπεκτάϲεωϲ) ἀφ’ οὑ πληθυντικὴ ἐκφορὰ Ἀττικὴ ἄνεῳ. —᾿εϲτι καὶ οὕτωϲ φάναι. παρὰ ῥήματα ἀποτελεῖται ὀνόματα εἰϲ οϲ λήγοντα, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φοιτῶ νεόφοιτοϲ, μυκῶ ἐρίμυκοϲ, αὐδῶ ἄναυδοϲ. οὕτω καὶ παρὰ τὸ αὔω ἄναυοϲ, καὶ ἐλλείψει τοῦ υ ἄναοϲ. ἀφ’ οὑ τὸ Ἀττικὸν ἄνεωϲ, ὡϲ Μενέλαοϲ Μενέλεωϲ. –Ὅτι μὲν οὖν δύναται ὔνομα πληθυντικὸν εἰναι, ϲαφὲϲ ἐντεῦθεν. ἀλλὰ δῆλον, ὡϲ καὶ Ἀριϲτάρχῳ καὶ τοῖϲ ἀπὸ τῆϲ Ἀριϲτάρχου ϲχολῆϲ ϲυνήρεϲκε, τὸ μὴ μᾶλλον ὄνομα ἐκδέχεϲθαι, ὡϲ ἐπίρρημα δὲ ἐκ τοῦ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεϲθαι καὶ ἐπὶ ἑνικῆϲ ϲχέϲεωϲ καὶ ἐπὶ πληθυντικῆϲ παραλαμβάνεϲθαι, ὅπερ οὐ παρείπετο ὀνόμαϲι . ἔϲτι δέ που καὶ ἐπὶ ἐνι. κῆϲ ἐκφορᾶϲ τὸ τοιοῦτον, ἡ δ’ ἄνεῳ δὴν ἧϲτο (ψ 93). καὶ ϲαφὲϲ ὅτι, εἰ δοθείη ἡ γραφὴ ϲὺν τῷ ϲ, δοθείη ἂν καὶ τὸ ὄνομα εἶναι τὸ ἄνεωϲ· εἰ δὲ μηδεμία ἀπόδειξίϲ ἐϲτι τῆϲ τοῦ ϲ προϲθέϲεωϲ, ὁμολόγωϲ, ὡϲ πρόκειται, ἐϲτὶν ἐπίρρημα. –ἔϲτι μέντοι γε ἐπικρῖναι τὸ ϲχῆμα τῷ τοῦ ὀνόματοϲ μεριϲμῷ, ἐπεὶ ἀντικείϲεται, ὡϲ ἀκριβέϲτερον ἐν τοῖϲ ἐξῆϲ δεδείξεται, τιὸ μὴ είϲ ω περατοῦϲθαι τὰ ἀπὸ τριγενῶν ὀνομάτων, ἀπὸ δὲ μονογενῶν. οὐ γὰρ δή γε τῷ φίλοϲ παράκειται ἐπίρρημα εἰϲ ω περαιούμενον, εἰϲ δὲ ωϲ, καὶ καὶ ἐν τοῖϲ τοιούτοιϲ· τῷ μέντοι τόνοϲ, μονογενεῖ ὄντι, παράκειται τὸ τόνῳ. εἴπερ οὖν καὶ τὸ ἄνεωϲ, ἐκ κοινοῦ γεγονὸϲ τοῦ ἄναοϲ ἢ ἄνιοϲ, ἐπιθετικῶϲ παραλαμβανόμενον παράκειται ἐπιρρήματι, ϲαφὲϲ ὅτι οὐκ εἰϲ ω περατούμενον, εἰϲ δὲ ωϲ. δεδείξεται γάρ, ὡϲ ἔφην ,καὶ ἐν τοῖϲ ἑξῇ, ὡϲ οὐ τοῖϲ τοιούτοιϲ πάλιν τριγενέϲιν οὖϲι παράκειται ἐπίρρημϲ εἰϲ ω περατούμενον, ἀνώτεροϲ ἀνωτέρω, ἐϲώτεροϲ ἐϲωτέρω.