Ancient Greek · ~10 min
Paragraph 38
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 38
Not analysed yet
Τὰ εἰϲ ων λήγοντα ,ὀνόματα μὲν ὄντα, παραϲχηματιϲμὸν ἔχει ἤτοι ἐν κοινότητι ὡϲ ὁ ϲώφρων ἡ ϲώφρων ,ὁ γείτων ἡ γείτων, ἢ ἐν καταλήξει τῇ εἰϲ νᾷ ,Λάκων Λάκαινα, δράκων δράκαινα· οἰϲ μέντοι παράκειται θηλυκὰ εἰϲ ϲα λήγοντα, τούτοιϲ παρέπεται τὸ εἶναι μετοχάϲ, λέγων λέγουϲα, φρονῶν φρονοῦϲα. καὶ διὰ τούτου γε τοῦ λόγου δείκνυται, ὅτι τὸ κρείων μετοχή, ἐκ τοῦ κρείουϲα γυναικῶν (Χ 48). ὁμολόγωϲ οὖν τὸ ἀκέων μετοχή· ἰδοὺ γὰρ παράκειται θηλυκόν ,ἀλλ’ ἀκέουϲα κάθηϲο (Α 565).» —”εϲτι δὲ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ταῖϲ μετοχαῖϲ πολὺ πρότερον προῦφέϲτηκε ῥήματα ,φέρω φέρων, φρονῶ φρονῶν. εἴπερ οὖν τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι καὶ ῥῆμα προυποϲτήϲεται τὸ ἀκέω. ἀλλ’ οὐδεμία ὑπόμνηϲιϲ τοῦ ῥήματοϲ. ἀλλ’ ἀϲύϲτατον τὸ ῥῆμα· βαρυνόμενα γὰρ οὐκ ἔϲτιν ἐπινοῆϲαι ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε παρεδρευόμενα, διϲύλλαβα μέντοι, πλέω, ῥέω, κέω, ἡ τὰ παρ’ Ἴωϲι διῃρημένα, φιλέω, νοέω. εἰ δὲ τὸ τοιοῦτον μὴ παρέπεται, οὐ μετοχὴ τὸ ἀκέων· οὐ γὰρ ἔχει ῥῆμα. Τὸ δὲ μεῖζον τὰ πτωτικὰ ϲυμμεταϲχηματίζεται τοῖϲ ἀριθμοῖϲ, τὰ δὲ ἐπιρρήματα καθ’ ἔνα ϲχηματιϲμὸν ἐκφέρεται. τοῦ μὲν προτέρου, ἄνθρωπ οι ὄν τεϲ διαλέγεϲθε, ἄδοντεϲ ὑμνεῖτε, δια χεόμεν οι ἄδετε· τοῦ δὲ δευτέρου, κρύβ δην ᾄδετε, βοτρυδὸν παραγίνεϲθε. εἴπερ οὖν καὶ τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι πρὸϲ μὲν τὸ ἑνικὸν καθ’ ἑνικὴν ϲύνταξιν παραληφθήϲεται, ἀκέων εὐφραίνου, πρὸϲ δὲ τὸ πληθυντικὸν κατὰ πληθυντικήν, ἀκέοντεϲ εὐφραίνεϲθε, ὡϲ ἡϲυχάζων εὐφραίν νου, ἡϲυχάζον τεϲ εὐφραίνεϲθε. ὅπερ οὐ παρείπετο ἐν τῷ ἀκέων δαίνυϲθε (φ 89). ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἡϲυχῇ δαίνυϲθε ἢ ἡϲυχ ὧϲ δαίνυϲθε. κατὰ τοῦτον δὴ τὸν τρόπον ἐπιρρηματικῆϲ ἔχεται ϲυντάξεωϲ μᾶλλον ἤπερ μετοχικῆϲ. -Περὶ τοῦ μεταϲχηματιϲμοῦ ἐκεῖνο ἔϲτι φάναι, ὡϲ ὁ τύποϲ ὡϲ μετοχικὸϲ γενόμενοϲ τοῦ ἐπιρρήματοϲ, κατὰ ϲυνεκδρομὴν ἔϲχε θηλυκὸν παραϲχηματιϲμόν, ῷ λόγῳ καὶ τὸ ἄγε, ἐπίρρημα ὄν, τῇ ϲυνεκδρομῇ τοῦ ῥήματοϲ ἔϲχε παρακείμενον τὸ ἄγετε, ὡϲ καὶ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). καὶ, ὡϲ ἔφαμεν, τὸ ὄφελον ὑπείληπται πρὸϲ ἐνίων κατὰ ϲυνεκδρομὴν γεγονέναι ῥήματοϲ ἐν τῷ ὡϲ ὄφελεϲ (ω 30), εἰ μὴ τὸ ὤφειλον ὑποϲυγκέκοπται. ἐν μέντοι ἐνίαιϲ ἐκδόϲεϲιν ἦν θηλυκὸν τὸ ἀέκουϲα, ἀλλ’ ἀέκουϲα καθῆϲτο (Α 565). —Ἴϲωϲ δὲ παράκειται τῷ ἀκήν, μετατεθέντοϲ τοῦ ἡ εἰϲ ω καὶ πλεονάϲαντοϲ τοῦ ε, ὡϲ ἔφαμεν, τόνου ἐγγενομένου μετοχικοῦ διὰ τὸν τύπον, καθό τινεϲ ψήθηϲαν καὶ τὸ χρῆν χρεών. τὴν εἰϲ τοῦτο ἀκριβῆ παράθεϲιν ἐντελέϲτερον ἐν τῷ περὶ μετοχῶν ἐκθηϲόμεθα.