Ancient Greek
Paragraph 41
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 41
Not analysed yet
Τὰ δὴ ἐπιρρήματα καὶ πρωτότυπά ἐϲτι καὶ παραγωγά. καὶ τὰ τούτων παραγωγὰ ἃ μὲν ἀπὸ ἐπιρρημάτων, ὡϲ παρὰ τὸ ἄνω ἀνωτέρω, ἢ παρὰ ὀνόματα ,ὡϲ παρὰ τὸ βότρυϲ βοτρυδόν, ἢ παρὰ ῥήματα, ὡϲ παρὰ τὸ κλέπτω κλέβδην ,ἢ παρὰ ἀντωνυμίαν, ὡϲ παρὰ τὸ ἐκεῖνοϲ ἐκείνωϲ, οὖτοϲ οὕτωϲ, αὐτόϲ αὐτόθεν, ἢ παρὰ μετοχάϲ, ὡϲ παρὰ τὸ ἐπιϲτάμενοϲ ἐπιϲταμένωϲ καὶ ἐρρωμένοϲ ἐρρωμένωϲ, ἢ παρὰ προθέϲειϲ ὡϲ ἔξ ἔξωκαὶ παρὰ τὸ ἔν ἔνδον. καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ τὰϲ τοῦ ὀνόματοϲ παραγωγὰϲ ἢ καὶ ῥήματοϲ παρὰ τὰϲ αὐτὰϲ ἰδέαϲ τῶν λέξεων παραγομέναϲ ϲ〈ἤ παρ’ ἑτέραϲ⟩, εἴγε ἀπὸ μὲν ὀνόματοϲ ὄνομα, ὡϲ λίθοϲ λίθινοϲ, ἢ καὶ ῥῆμα, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ, ἡ καὶ παρ’ ἐπίρρημα, ὡϲ ὀψέ ὀψίζω, αἰαί αἰάζω, καὶ παρὰ πρόθεϲιν ,ὑπὲρ ὑπέρτεροϲ, πρό πρότεροϲ, πάλιν καὶ τῆϲ τῶν ῥημάτων παραγωγῆϲ, ὡϲ πρόκειται, εἰϲ ταῦτα παραγομένηϲ.