Ancient Greek · ~9 min
Paragraph 42
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 42
Not analysed yet
ἐχθέϲ ἢ χθέϲ ῥητέον; Τρύφων (p. 48 Velsen) φηϲὶν ἐν τῷ περὶ ἐπιρρημάτων τὸ ἐχθέϲ ἐντελέϲτερον εἶναι τοῦ χθέϲ Ἀττικοῦ, παρατιθέμενοϲ τὴν ἐν τοῖϲ μονοϲυλλάβοιϲ ἐπιρρήμαϲιν ἀναλογίαν, ὡϲ εἴη ἐν μακραῖϲ ϲυλλαβαῖϲ ἑκάϲτοτε, ναί, μή, ποῦ, πῶϲ, οὔ, καὶ τὰ τοιαῦτα· μηκυνόμενα διὰ τοῦ διπλοῦ, γνύξ, πύξ. πιϲτοὔται δὲ καὶ ἐντεῦθεν μὴ ἐντελῆ εἶναι τό τε δίϲ καὶ τρίϲ, ἐκ δὲ τοῦ δυάκιϲ καὶ τριάκιϲ ϲυγκεκόφθαι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ βραχείαϲ ἐκφορᾶϲ ἐϲτιν ὑπὲρ μίαν ϲυλλαβήν, εἰκόϲ, ἐγγύϲ, ἐντόϲ, ἅλιϲ, ἄχριϲ, πάροϲ· ἐξ οὐ πάλιν ϲυνῆγε τὸ ἐχθέϲ ἀναλογώτερον ,ἀφηρῆϲθαι δὲ πρὸϲ τῆϲ Ἀττικῆϲ χρήϲεωϲ τὸ ἐ. Οὐ γὰρ πάνυ ἐκεῖνο ὑγιέϲ, τὸ τὰ εἰϲ εϲ λήγοντα φάναι ῥήματα, ϲχέϲ, ϲπέϲ, ἕϲ, οἰϲ ϲυνενεχθήϲεται καὶ τὸ χθέϲ, εἰ ἦν ἐντελέϲ. ἀλλ’ οὑτόϲ γε ὁ λόγοϲ οὐ ϲυϲτήϲει οὐδὲ τὴν ἔϲ πρόθεϲιν οὐδὲ τὴν εἴϲ, ἐπεὶ ἀμφοτέροιϲ τοῖϲ ϲχήμαϲι ϲύνεϲτι ῥηματικὴ κατάληξιϲ. καὶ γὰρ τῷ εἰϲ τὸ αἵματόϲ εἰϲ ἀγαθοῖο (δ 611), καὶ τὸ ἔϲ ὅμοιον τῷ θέϲ. τὴν τοιαύτην οὑν παράθεϲιν εἰϲ κατόρ θωϲιν λέξεων παραιτητέον . ἐπεὶ πολλὰ μέρη λόγου, διάφορα ὄντα, ἔϲθ’ ὅτε ταῖϲ λέξεϲι ϲυνῳκείωνται. Ἄμεινον οὖν ἐκεῖνον τὸν λόγον παραθέϲθαι, ὡϲ τὸ πλεονάζον ε ψκείωται λέξεϲι ταῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομέναιϲ, ὥϲ τε τὸ ἀφαιρούμενον λείπειν ἐθέλει λέξιν ἀπὸ ϲυμφώνου ἀρχομένην. ἔχει δὲ τὰ ὑποδείγματα τῇδε. τὸ ἕεδνα πλεονάζει τῷ ε, τὸ ἔειπεν ἀρχόμενον ἀπὸ τοῦ ἑ φωνήεντοϲ, τὸ ἑώρων, καὶ εἰ μὴ διαίρεϲιϲ τοῦ ἧδε τὸ ἕαδεν ,ἀπ ὸ δὲ τοῦ ἅδε δ’ ἔκτορι μῦθοϲ (Μ 80) ἔηκεν, ἕειϲ. τοῦ δὲ ἑτέρου ἔφη φῆ, ἔβη βῆ, ἐθέλω θέλω, οἱ ἐρυτῆρεϲ ῥυτῆρεϲ· ἐνιοι δὲ καὶ τὴν χεῖρα παρὰ τὸ ἔχειν φαϲὶν ἐϲχηματίϲθαι. τούτῳ γὰρ τῷ λόγῳ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν ,ὡϲ οὐ πλεονάζει τὸ ε ἐν τῷ ἐκεῖνοϲ, τοὐναντίον δὲ λείπει ἡ κεῖνοϲ φωνὴ τῷ ε. ἔνθα καὶ περὶ τοῦ πνεύματοϲ ἐντελέϲτερον δείκνυται. κατὰ δὴ τοῦτον τὸν λόγον πάλιν ἐντελέϲτερον τὸ ἐχθέϲ τοῦ χθέϲ. ϲυνᾀδει δὲ καὶ ἡ τοῦ ἐτύμου προφορά, εἴγε παρὰ τὸ ἐκτὸϲ τοῦ χρόνου πεπτωκέναι τὸ κατάϲτημα ἐϲχημάτιϲται, τῶν ψιλῶν ἀντιϲτοίχων εἰϲ τὰ δαϲέα μεταπεϲόντων, καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τοῦ ἔχθοϲ· τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸϲ ἡμῶν τοιοῦτον.