Ancient Greek · ~8 min
Paragraph 43
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 43
Not analysed yet
ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ εὐτε καὶ η ὐτε, καθώϲ τινεϲ ἐπεχείρηϲαν τὸ εὖτ᾿ ὄρεοϲ κορυφῇϲι (Γ 10) διὰ τοῦ ἐ καὶ τοῦ υ γράφειν, τοῦ κατὰ φύϲιν ϲχήματοϲ ἀπαιτοῦντοϲ τὴν διὰ τοῦ η καὶ υ γραφήν. ἐγένοντο δὲ αἱ φωναὶ τῇδε. ἡ μὲν ηὖτε κατὰ τὸ ἀκριβὲϲ τοῦ λόγου οὐ μία λεξιϲ ἐϲτὶν ἁπλῆ, ἀλλ᾿ οὐδὲ ϲύνθετοϲ, ἐν παραθέϲει δὲ τοῦ τέ ϲυνδέϲμου, νῦν παραπληρωματικοῦ καθεϲτῶτοϲ. —Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐϲτι, γενόμενον οὕτωϲ. χρονικὸν ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεοναϲμῷ τοῦ υ, κατὰ μετάθεϲιν τοῦ ο εἰϲ τὸ ε, εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον ψιλοῦ πνεύματοϲ αἴτιον γίνεται, ὥϲπερ ἔχει τὸ ἕκηλοϲ εὔκηλοϲ φορέοι⟨το⟩ (Arat. Phaen. v. 100). τό τε εὖνιϲ παρὰ τὴν ἑνόϲ παρωνόμαϲται. —τῇδε εἴχε καὶ τὸ προκείμενον ἐπίρρημα. —Τοῖϲ εἰϲ ωϲ περατουμένοιϲ ἐπιρρήμαϲι ϲυνυπάρχει ἐπιρρήματα εἰϲ α λήγοντα, ὀξύτονα ἠ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ τόνου κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. οἰον τῷ πυκνῶϲ παράκειται τὸ πυκνά, ὅπερ καὶ ὁμοφωνεῖ πληθυντκῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶϲ τὸ καλά, τῷ καλλίϲτωϲ τὸ κάλλιϲτα, ϲαφῶϲ ϲάφα, ταχέωϲ τάχα. καὶ δὴ τῷ ὤϲ παρακείϲεται τὸ ἅ, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ ὥϲ, καὶ ϲχεδὸν τὴν αὐτὴν ϲύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεοναϲμὸν τῆϲ κατά προθέϲεωϲ λέγομεν καθώϲ, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ ὤϲτε λέων ἐχάρη (Γ 23) φαμέν· τῇδε ἔχει καὶ τὸ ἅτε παρθένοϲ (X 127). ὅτι γὰρ πάλιν ἐν δυϲὶ μέρεϲι λόγου, ϲαφὲϲ καὶ ἐκ τῆϲ μεταλήψεωϲ καὶ τοῦ πνεύματοϲ, εἴγε τὸ ο πρὸ τοῦ τ καθ᾿ ἕν μέροϲ λόγου ψιλοῦται, ἀτμήν, ἄτη, ἀτηρόϲ. καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰϲ τὸ η. πάλιν γὰρ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἐχόμενόν ἐϲτι τὸ ἥτε ξείνων θέμιϲ ἐϲτί (ι 268), καὶ δίχα τοῦ τέ ϲυνδέϲμου ἢ θέμιϲ ἐϲτίν (B 73), ἐν ἴϲῳ τῷ ὣϲ θέμιϲ ἐϲτί.