Ancient Greek
Paragraph 45
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 45
Not analysed yet
Ἀλλὰ κἀκεῖνο ἐπιλυθήϲεται, «τί τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠύτε λέγεται ἐν τριϲὶ ϲυλλαβαῖϲ, ἠὒτε περ κλαγγὴ γεράνων πέλει (Γ 3), πάλιν ἀναγκαίωϲ τοῦ η ψιλουμένου διὰ τὸ προηγεῖϲθαι φωνήεντοϲ· οὐ μὴν ἔτι τὸ εὖτε.» —πρὸϲ ὃ ἔϲτι φάναι, ὡϲ ἕνεκα μὲν τῆϲ τοῦ ῡ ἐπενθέϲεωϲ ἀναγκαία ἡ διϲύλλαβοϲ προφορά. τὸ γὰρ ῡ καὶ τὸ ῑ πλεονάζοντα μετὰ φωνήεντοϲ εἰϲ μίαν ϲυλλαβὴν ϲυνῇει, ἕαδεν εὔαδεν, ἕκηλοϲ εὔκηλοϲ, καὶ παρὰ Αἰολεῦϲι ναόϲ ναυόϲ, καὶ παρ᾿ Ἴωϲι νόϲοϲ νοῦϲοϲ. καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕωϲ εἵωϲ ἀναγκαίωϲ οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ ἥτε τὰϲ ἴϲαϲ ϲυλλαβὰϲ τηρεῖ. —τῆϲ δὲ διαϲτάϲεωϲ ἀφορμή ἐϲτιν ἡδε. οὐκ ἔϲτιν ἐπινοῆϲαι ⟨τὸ η⟩ καὶ τὸ ῡ ἐν μιῇ ϲυλλαβῇ, ὅτε μὴ ἐν κλίϲει ῥήματοϲ, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ ἠὒτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεωϲ τοῦ ᾱ εἰϲ ἡ κατωρθῶϲθαι τὸ γρηῦϲ, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην ϲυλλαβὴν μὴ εὑρίϲκεϲθαι διαϲτατικώτερόν φαμεν τὸ γρηῦϲ Ἀπειραίη (η 8)· ὅτι γὰρ ἐκ μονοϲυλλάβου διήρηται, προῦπτον, διδάϲκει δὲ καὶ ἡ γενική, διϲυλλαβήϲαϲα ἐν τῷ γρηὸϲ ὀδυρομένηϲ. ἡ γὰρ εἰϲ ηῡϲ εὐθεῖα διϲύλλαβοϲ γενικὴν τριϲύλλαβον ἀποτελεῖ, καθάπερ ἡ γένυϲ τῆϲ γένυοϲ. ἀποτελεῖ δὲ διϲύλλαβον γενικὴν τὴν γρηόϲ· ὅπερ παρείπετο ταῖϲ μονοϲυλλάβοιϲ εὐθείαιϲ. —ἀπειράκιϲ δὲ ἐδείχθη, ὅτι οὐ πρὸϲ τὰ πάθη αἱ κλίϲειϲ ἀπαρτίζονται, πρὸϲ δὲ τὰ ὁλόκληρα. —