Ancient Greek
Paragraph 46
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 46
Not analysed yet
Βραχεῖα δὲ ἀφορμή ἐϲτι τοῦ καὶ τὸ εὖτε παραλαμβάνεϲθαι ἀντὶ τοῦ ηὖτε ὃν γὰρ τρόπον τὸ ὥϲ ἀντὶ τοῦ ὅτε, Ἔκτωρ δ᾿ ὡϲ Ϲκαιάϲ τε πύλαϲ (Ζ 237) ,κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲν κωλύει καὶ τὸ εὖτ᾿ ὄρεοϲ, ϲημαῖνον τὸ ὅτε, παρειλῆφθαι ἀντὶ τοῦ ὥϲ.