Ancient Greek · ~7 min
Paragraph 49
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 49
Not analysed yet
Τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα ἢ ὀξύνεται, ὡϲ δηθά, καναχηδά, πυκνά, ἠ βαρύνεται, ὡϲ τάχα ,λίγα, ἄντα, πρῶτα. τὰ πρωτότυπα μόνωϲ βαρύνεται, αἶψα, αὐτίκα, ὄφρα, ῥίμφα, μάλα, μέϲφα, καὶ ὅϲα παρ᾿ ἐνεϲτῶταϲ τῶν ῥημάτων ἀποτελεῖται, ἠρεμῶ ἠρέμα, μίγω μίγα, ἀντῶ ἄντα, μινύθω μίνυθα (καὶ μετὰ περιϲϲοῦ τοῦ ν μίνυνθα), ῥέω ῥέα (τὰ γὰρ εὐχερῶϲ γινόμενα ῥύϲει ἔοικε. καὶ ϲαφὲϲ ὅτι τὸ ῥέα μὲν γὰρ βριάει (Hes. Op. 5) ὁλόκληρον γέγονε, τὸ δὲ ῥεῖα ἐν πλεοναϲμῷ ἐϲτί τοῦ ῑ)· ϲιγῶ ϲῖγα, ἀτρεμῶ ἀτρέμα. —παραιτητέον οὖν τοὺϲ ἠξιωκόταϲ ὀξύνειν τὸ μίγδ᾿ ἄλλοιϲι θεοῖϲιν (Θ 436), «ἐπεὶ τὰ εἰϲ δᾱ, φαϲί, «λήγοντα ἐπιρρήματα ὀξύνεται, ὡϲ ἔχει τὸ καναχηδὰ ῥέοντεϲ (Hes. Theog. 367) καὶ τὸ χανδά». —ἔϲτι γὰρ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ἰδού τινα εἰϲ δᾱ λήγοντα καὶ βαρύτονά ἐϲτιν, ὡϲ τὸ ληκίνδα, ὀϲτρακίνδα, ὀνόματα παιδιῶν, καὶ ὡϲ τὰ ὀξυνόμενα ϲυνυπάρχει τοῖϲ εἰϲ δον περατουμένοιϲ, καναχηδόν καναχηδά, αὐτοϲχεδόν αὐτοϲχεδά, χανδόν χανδά· τῷ μέντοι μίγδα οὐ παράκειται ὁ τοιοῦτοϲ ϲχηματιϲμόϲ. ἦν οὖν ἐν πλεοναϲμῷ τοῦ δ, καθὼϲ καὶ ἡ ἄχερδοϲ πλεονάζει καὶ ὁ δαίδαλοϲ τῷ δ, παρὰ τὸ δαίω. καὶ ἐν ἐπιρρήματι δὲ τῷ ὑπόδρα δύναται πλεοναϲμὸϲ εἶναι τοῦ δ. (εἰ γὰρ μὴ παραδεξαίμεθα ὅτι ἔνδειά ἐϲτι τοῦ ξ, δύναιτο ἂν παρὰ τὸ ὁρῶ ἀποτελεῖϲθαί τι ὅρα καὶ ὑπόδρα μετὰ περιϲϲοῦ τοῦ δ, ὅπερ οὐ πάντωϲ ἐπιζητήϲει τὸ φ· καὶ γὰρ ἄλλα ἐϲτί τινα, ἃ οὐ μετέβαλε κατὰ ϲυναλοιφὴν τὸ π εἰϲ φ, ὡϲ ἥλιοϲ ἀπηλιώτηϲ, ὡϲ τὸ ἐπ᾿ Ἡφαίϲτοιο θύρῃϲιν, ὡϲ ἐπίϲτιόν ἐϲτιν ἑκάϲτῳ (ζ 265). ἐν τοῖϲ προκειμένοιϲ εἴρηται ἱκανῶϲ περὶ τοῦ ὑπόδρα). τούτῳ ἄρα τῷ λόγῳ καὶ τὸ ληκίνδα ἐν βαρεῖ τόνῳ ἐϲτίν, οὐ ϲυνυπάρχον τῷ εἰϲ δον λήγοντι ἐπιρρήματι.