Ancient Greek · ~7 min
Paragraph 48
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 48
Not analysed yet
Ῥητέον οὖν ἑτέρῳ λόγῳ καὶ περὶ γραφῆϲ τῆϲ διὰ τοῦ ῑ. —ἡ ἀπὸ τῶν ὀνομάτων μετάπτωϲιϲ εἰϲ τὰ ἐπιρρήματα, καθ᾿ οὓϲ λόγουϲ ἐδείξαμεν ἐν ἀρχαῖϲ, πάντωϲ μετὰ τῶν παρεπομένων ἔχει καὶ τὰϲ γραφὰϲ ϲυνυπαρχούϲαϲ, καθάπερ τὸ ἀτρεκέϲ, ϲυνεμπεϲὸν ὀνόματι, καὶ γραφὴν καὶ τόνον ἀπηνέγκατο, τὸ καλόν, τὸ εὐρύ, τὸ κάλλιϲτα, τὸ πυκνά· ϲχεδὸν ἐπὶ πάντων ὁ λόγοϲ ϲυμφωνεῖ, περὶ ὧν καὶ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. —Ἔϲτιν οὖν τι δημόϲιοϲ, ᾧ παράκειται θηλυκὸν τὸ δημοϲία, οὗ ϲύνταξιϲ ἐπιρρηματικὴ ἐγίγνετο, δημοϲίᾳ ἀπήχθη, ὡϲ εἰ δημοϲίωϲ τιϲ ἀπήχθη. καὶ τοῦτο εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ τὴν ϲύνταξιν ἀνεδέξατο, δίχα τοῦ ῑ γεγράψεται· εἰ δὲ παρὰ τὴν δοτικήν, ϲὺν τῷ ῑ. εἰϲ ἐπίκριϲιν οὖν τοῦ τοιούτου παραληπτέον λόγον ἀποδεικνύντα, πότερα παρὰ δοτικὰϲ ἢ εὐθείαϲ τὰ τοιαῦτα. τὸ τοιοῦτον γὰρ παρέπεται οὐ μόνον τοῖϲ εἰϲ ᾱ λήγουϲιν ὀνόμαϲιν, ἀλλὰ καὶ τοῖϲ εἰϲ η λήγουϲι μορίοιϲ θηλυκοῖϲ. ἔϲτι τι ὄνομα οὐδαμόϲ, ᾧ παράκειται ἐπίρρημα τὸ οὐδαμῶϲ καὶ οὐδαμόθεν, ᾧ ἀπὸ θηλυκοῦ πάλιν ϲχήματοϲ ἐπίρρημα παράκειται τὸ οὐδαμῇ. καὶ εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ, ἐν ὀξεῖ τόνῳ καὶ δίχα τοῦ ῑ εἰ δὲ οὐκ ὀξὺϲ ὁ τόνοϲ, ὁ δὲ περιϲπώμενοϲ, ὅϲ ἐϲτιν ἐν δοτικῇ, ὁμολόγωϲ καὶ τόδε ϲὺν τῷ ῑ γεγράψεται, καθότι πάλιν ϲυντονούμενον τῷ θηλυκῷ παράκειται καὶ τὸ ἄλλη. —Ἔϲτι δὲ καὶ ἄλλωϲ ἐπιδεῖξαι. παρὰ ἀντωνυμικὸν τὸ αὕτη γίνεται ἐπιρρηματική τιϲ προφορά, ἣν οὔ φαμεν οὕτωϲ, αὕτη ἄγωμεν, ταύτῃ δέ. καὶ προφανὲϲ ὡϲ ἡ πρόϲθεϲιϲ τοῦ τ τὴν δοτικὴν ὁμολογεῖ ,ᾧ λόγῳ καὶ τὸ τῇδε ἄγωμεν. Δέδεικται ἄρα ὅτι παρὰ δοτικὰϲ αἱ τοιαῦται ἐπιρρηματικαὶ προφοραί· εἰ δὲ παρὰ δοτικάϲ, δῆλον ὡϲ καὶ γεγράψεται ϲὺν τῷ ῑ. καὶ εἰ τοῦτο, καὶ τὸ ἰδίᾳ ἄρα καὶ δημοϲίᾳ παρὰ δοτικάϲ, καὶ οὕτωϲ τὰ ἐπιρρήματα γεγράψεται ϲὺν τῷ ῑ ·