Ancient Greek
Paragraph 52
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 52
Not analysed yet
Βαρύνεται καὶ ὅϲα ἐκ μεταλήψεώϲ ἐϲτι τῶν εἰϲ θεν, ὅπερ ἐϲτὶ παρ᾿ Αἰολεῦϲι καὶ Δωριεῦϲι, περὶ ὧν καὶ τῆϲ μεταλήψεωϲ ἐντελῶϲ ἐκτεθείμεθα. οὐ γὰρ ἐφικτὴ πᾶϲα μετάθεϲιϲ τῶν εἰϲ θεν ληγόντων τοπικῶν εἰϲ τὸ ᾱ. οὐ γὰρ τὸ οὐρανόθεν οὐρανόθα φαϲίν, οὐδὲ τὸ ἄλλοθεν ἄλλοθα, τὸ δὲ ἔμπροϲθεν ἔμπροϲθα, ἔνερθεν ἔνερθα, ὄπιϲθεν ὄπιϲθα· ὁ δ᾿ ἐξύπιϲθα καϲταθείϲ (fr. adesp. 67 Bergk3)· πρόϲθεν πρόϲθα· καὶ παρ᾿ Ἀλκμᾶνι οὕτω δεκτέον τὴν ϲυναλοιφήν, πρόϲθ᾿ Ἀπόλλωνοϲ Λυκήω (fr. 73 Bergk3).