Ancient Greek · ~5 min
Paragraph 53
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 53
Not analysed yet
Ϲαφέϲ ἐϲτιν ὅτι καὶ τὸ ἔνθα τῇδε ἔχει, εἴγε τὰ μὴ οὕτωϲ ἔχοντα τῶν εἰϲ θᾱ ὀξύνεται, δηθά οὐ παρακείμενον εἰϲ θεν λήγοντι, τριχθά καὶ τετραχθά. —Ἀλλὰ καὶ τὰ τῆϲ ϲημαϲίαϲ ὧδε ἔχει. τὰ παρὰ πρόθεϲιν παραγόμενα τῶν εἰϲ θεν ληγόντων κοινῇ χρῆται ϲημαϲίᾳ κατὰ τὴν τοπικὴν ἐκφοράν, εἴγε τὰ μὲν ἄλλα τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνει, λέγω τὸ οἴκοθεν, οὐρανόθεν, ἃ δὲ ἔχει τὰϲ τρεῖϲ διαϲτάϲειϲ. ὡϲ γὰρ καὶ ἐπ᾿ ὀνομάτων ἔϲτι κοινότητα γένουϲ παραδέξαϲθαι, οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἐπιρρημάτων κοινότητα τὴν τόπων ἔϲτιν ἐπιδέξαϲθαι· καὶ καθάπερ ἔϲτιν ἐπινοῆϲαι τῇ παραθέϲει τῶν ἄρθρων διαϲτελλόμενα τὰ κοινά, οὕτω καὶ τῇ παραθέϲει τῶν προ θέϲεων τὰ προκείμενα διαϲτέλλεται. φαμὲν γὰρ ἐκ τοῦ ἔμπροϲθεν εἰϲ τὸ ἔμπροϲθεν, ἐκ τοῦ ὕπερθεν εἰϲ τὸ ὕπερθεν, τῶν ἄλλων ἐπιρρημάτων τὸ τοιοῦτον οὐκ ἀναδεχομένων. καὶ δὴ παρὰ τὴν ἔν πρόθεϲιν ἦν τι ἐπίρρημα ἔνθεν, ὃ δὴ ὤφειλε τρεῖϲ ἔχειν διαϲτάϲειϲ τοπικάϲ. καὶ ἐπειδὴ ἅπαξ Δωρικώτερον τὸ ἔνθεν εἰϲ τὸ ᾱ μετετίθετο, καὶ ἦν κοινότερον μεταλαμβανόμενον τὸ ἔνθα, ἐμερίζετο μὲν τῇ ϲυνεκδρομῇ τῶν εἰϲ θεν ληγόντων τὸ ἔνθεν εἰϲ τὴν ἐκ τοῦ τόπου ϲχέϲιν, εἶχε δὲ τὰϲ ὑπολοίπουϲ δύο ϲημαϲίαϲ ἐγκειμέναϲ ἐν τῷ ἔνθα. διὰ τοῦτο τὸ ἔνθα καὶ τὸ εἰϲ τὸν τόπον ϲημαίνει καὶ ἐν τόπῳ, ἔνθα μὲν Αἴαϲ κεῖται (γ 109), ἔνθα κατεπλέομεν (ι 142). δέδεικται ἄρα ἀναλόγωϲ βαρυνόμενον τὸ ἔνθα.