Ancient Greek · ~12 min
Paragraph 56
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 56.1
Not analysed yet
Ἑξῆϲ ῥητέον ἐϲτὶ καὶ περὶ τοῦ ῥᾴ. Ἀλκμάν· τίϲ καν, τίϲ ποκα ῥᾲ ἄλλω νόον ἀνδρὸϲ ἐπίϲποι: (fr. 42 Bergk3 ). ὅπερ ἐν πάθει προφανεῖ ἐϲτίν· ἡ γὰρ μακρότηϲ τοῦ ᾱ ἀλλοτρία τῆϲ προλελεγμένηϲ καταλήξεωϲ. οὐδὲ γὰρ ἐκεῖνο ἔϲτι φάναι, ὅτι διὰ μονοϲυλλαβίαν ἐξετείνετο τὸ ᾱ, εἴγε καὶ ἕτερον ἔϲτιν ἐπινοῆϲαι βραχυκατάληκτον μονοϲύλλαβον, τὸ ᾱ, παρακείμενον τῷ ὥϲ, ὁμοφωνοῦν τε πληθυντικῇ προφορᾷ τῇ παρὰ τὸ ὅϲ, ἅ, ὡϲ πυκνόϲ πυκνά· ὑπὲρ οὗ κατὰ τὸ προκείμενον εἴρηται, ἐν ᾧ διειλήφαμεν καὶ περὶ τοῦ ηὖτε καὶ περὶ τοῦ ἅτε. οὐδὲ μὴν ἐκεῖνο ἔϲτι παραδέξαϲθαι, ὡϲ ὅμοιόν ἐϲτι τῷ ἰδίᾳ καὶ δημοϲίᾳ, καθὸ οὐ ϲυνεμπίπτει ὀνόματι, καθάπερ καὶ τὰ προκείμενα. —Ἔϲτι γε μὴν περὶ τῆϲ γραφῆϲ ἐπιϲτῆϲαι, εἰ καὶ ϲὺν τῷ ῑ γεγράψεται τὸ ῥά· οὐδὲ γὰρ ἡ τῶν ἀντιγράφων παράδοϲιϲ ἐξωμάλιϲτο, ἀφορμὴ μὲν οὖν ἐγένετο τοῦ δίχα τοῦ ῑ γράφεϲθαι τὸ προκείμενον ἐπίρρημα ἡ τοῦ ῥέα ϲυναλοιφή, τοῦ ε καὶ ᾱ εἰϲ μακρὸν ᾱ ϲυνῃρημένων. ἣν οὐ παραδεξαίμεθα, κατὰ πρῶτον μὲν λόγον, καθότι οὐ περιϲπᾶται, καὶ καθὼϲ εἴπομεν ,ὅτι καὶ πρόϲθεϲίϲ ἐϲτι τοῦ ῑ· κατὰ δὲ δεύτερον διαπορήϲειέ τιϲ, ποίῳ λόγῳ Αἰολεῖϲ τὸ β προϲέθηκαν. μήποτε οὖν γραπτέον ϲὺν τῷ ῑ, τῆϲ καταϲτάϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ὃν τρόπον τῷ ὄπιϲθεν τὸ ὀπιϲθίδιοϲ παράκειται, ἔμπροϲθεν ἐμπροϲθίδιοϲ, μαψίδιοϲ, ἀίδιοϲ, οὕτωϲ παρὰ τὸ ῥέα ἦν τι ῥεῖδιοϲ, ὃ παρὰ τοῖϲ Ἴωϲιν ἐγένετο ῥηἲδιοϲ ἀφ᾿ οὗ καὶ ἐπίρρημα ῥηιδίωϲ ὡϲ μαψιδίωϲ. ἀφ᾿ οὗ ἔπιπτεν, ἐκ μεταθέϲεωϲ τοῦ η εἰϲ τὸ ᾱ, ῥαἲδιοϲ καὶ ῥαῑδίωϲ, ἀφ᾿ οὗ κατὰ ϲυναίρεϲιν τὸ ῥᾳδίωϲ, καθὰ καὶ ἐν ὀνόμαϲι τὸ ῥαῖδιοϲ καὶ ῥᾴδιοϲ καὶ ῥάϊοϲ καὶ ῥᾷοϲ, καὶ Λάϊοϲ καὶ Λᾷοϲ. καὶ ὃν τρόπον ἦν τι πάλιν ὄνομα τὸ λήϊοϲ, ἀφ᾿ οὗ λάϊοϲ καὶ λάϊον καὶ λάϊα καὶ ἐν ϲυναιρέϲει πάλιν τοῦ ᾱ λάα, τίϲ μοι τὰ λᾷα ἐκτίλλει, Ϲώφρων (fr. 85 Ahrens), καὶ ϲὺν τῷ ῑ γράφεται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ προκείμενον ϲχῆμα ἦν τὸ αὐτὸ πάθοϲ ἀναδεδεγμένον, ἀφ᾿ οὗ τὸ κατὰ ἀποκοπὴν ῥᾴ ἐγένετο, καθὸ καὶ τὸ βριθέωϲ μὲν ἐντελέϲ, παρακείμενον τῷ βριθύϲ, καὶ ἐν ἀποκοπῇ βρῖ. (ὅτι γὰρ καὶ δύο ϲυλλαβῶν ἀποκοπαὶ γίνονται, ἐν τῷ περὶ παθῶν ἐδείχθη. τό τε γὰρ πρόπαρ οὕτωϲ ἔχει, καὶ τὸ μάκαρ, πηδά, καὶ τὸ ἡμέν παρὰ Καλλιμάχῳ (fr. 461 Schneider).) —Καὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ τοῦ τόνου εὐκατάϲτατα γίνεται, καὶ ἔτι τὰ τῆϲ γραφῆϲ, καὶ ἔτι τὸ ἠπορημένον πρὸϲ τῶν Αἰολέων. μὴ γὰρ ἄλλοτε Αἰολεῖϲ προϲτίθενται τὸ β τῷ ρ, εἰ μὴ τὸ δ ἐπιφέροιτο κατὰ τὴν ἑξῆϲ ϲυλλαβήν, ἢ τὸ ϲυγγενὲϲ ζ, ἢ τὸ ϲυμπαθέϲτερον τ· ἅπαξ γὰρ τοῦ κ ἐπιφερομένου ἡ πρόϲθεϲιϲ ἐγίνετο. διὰ τοῦτο βρόδον φαϲὶ καὶ βρίζα καὶ βρυτῆρεϲ, οὐ μὴν τὸ ῥέω ἔτι βρέω φαϲίν, οὐδὲ ἄλλο τι τῶν τοιούτων. πρόδηλον οὖν ὡϲ ὁμόλογοϲ ἡ τε ἀποκοπή (οὐ γὰρ ἡ πρόϲθεϲιϲ παρείπετο, εἰ μὴ δυνάμει ἐπεφέρετο τὸ δ, εἴγε καὶ ἀποκοπαὶ ὑπομνήϲειϲ ἔχουϲι τῶν ἀποκεκομμένων ϲυλλαβῶν), οὐδέν τε ἐμπόδιον ἐπιγινομένου τοῦ βρᾳδίωϲ τὴν ἀποκοπὴν γενέϲθαι δεύτερον.