Ancient Greek · ~8 min
Paragraph 55
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 55
Not analysed yet
Τῇ αὐτῇ ἀκολουθία ϲκεπτέον καὶ περὶ τοῦ ο οὐδαμά. Ὀξύνεται τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα, ὡϲ πρόκειται, εἰϲ θᾱ λήγοντα, οὐκ ἐκ μεταθέϲεωϲ ὄντα τοῦ θεν. ὀξύνεται καὶ τὰ ἐν ὁμοφωνίᾳ οὐδετέρων πληθυντικῶν. παρὰ τὸ πυκνόϲ πληθυντικὴ προφορὰ γίνεται οὐδετέρα πυκνά, ᾧ ϲύνεϲτι πάλιν ὁμόφωνον ἐπίρρημα τὸ πυκνά. οὕτωϲ ἔχει καὶ τὸ δεξιά καὶ ἀριϲτερά, ϲημαίνοντα τὸ δεξιῶϲ καὶ ἀριϲτερῶϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ καλά (ὃ δι᾿ ἑνὸϲ μὲν λ γράφεται κατὰ τὸ κοινὸν ἔθοϲ, παρὰ Δωριεῦϲι δὲ δι᾿ ἑτέρου λ, καὶ οὐχ, ὡϲ ἔνιοι ὑπέλαβον, κατ᾿ Αἰολίδα διάλεκτον· ἐβαρύνετο γὰρ ἄν, πρὸϲ οἱϲ οὐδὲ τὸ καλόϲ Αἰολεῖϲ ἐν διπλαϲιαϲμῷ τοῦ λ προφέρονται). —πίϲτιϲ δὲ τοῦ τὴν ϲυνέμπτωϲιν τοῦ τόνου ἐπικρατεῖν τῶν προκειμένων ἐπιρρημάτων τὸ βαρυνθῆναι τὸ πυκνά ἐνδεῆϲαν τῷ ν, καθὸ ἐξέκλινε τὴν ὁμοφωνίαν. —Καὶ οὐ δεῖ ἀπορεῖν, διὰ τί παρὰ τὸ ϲαφῶϲ τὸ ϲάφα ἐβαρύνθη, παρὰ δὲ τὸ καλῶϲ οὐκέτι τὸ καλά· ὃ μὲν γὰρ τῇ ὁμοφωνίᾳ ἐκρατεῖτο τῇ πρὸϲ τὸ καλόϲ καλά, ὃ δὲ οὐ τῇδε εἴχε. —καὶ τὸ οὐδαμά δέ, παρακείμενον τῷ οὐδαμῶϲ, ἔχοιτο ἂν τοῦ κατὰ τὸ τέλοϲ ὀξέοϲ τόνου λόγῳ τοιῷδε. οὐκ ἔϲτιν ὅμοιον τὸ ϲαφῶϲ τῷ οὐδαμῶϲ, ἵνα ὅμοιον τῷ ϲάφα τὸ οὐδαμά κατὰ τάϲιν καθίϲτηται. παράκειται μὲν γὰρ τὸ ϲαφῶϲ τῷ ϲαφήϲ, οὗ τὸ οὐδέτερον πληθυντικὸν οὐκ ἔχει ϲυνέμπτωϲιν ἐν τῷ ϲάφα· τῷ μέντοι οὐδαμῶϲ παράκειται τὸ οὐδαμόϲ. πίϲτιϲ δὲ τὸ τὰ εἰϲ θεν λήγοντα ἐπιρρήματα καὶ τῷ ο παρεδρευόμενα ἢ ἀπ᾿ εὐθειῶν τῶν εἰϲ οϲ ληγουϲῶν πορῆχθαι ἢ γενικῶν τῶν εἰϲ οϲ, Λεϲβόθεν, οὐρανόθεν, Διόθεν. ἔϲτιν οὖν καὶ τὸ ἀμόθεν, καὶ ἔτι τὸ οὐδαμόθεν ἀπὸ τοῦ οὐδαμόϲ. ὁμολόγωϲ οὖν τὸ μὲν οὐδαμῶϲ περιϲπᾶται. —καὶ ἔτι παρὰ Ἐπίκουρον τὸ ἀμῶϲ γέ πωϲ, ϲημαῖνον κατά τινα τρόπον, ἀπὸ ὀξυτόνου τοῦ ἀμόϲ. ἐπεὶ καὶ πόθεν περιεϲπάτο τὸ ἀμῶϲ, εἰ μὴ παρέκειτο ὀξεῖα τάϲιϲ, καθὸ καὶ τὸ καλῶϲ τῷ καλόϲ παράκειται; —Τοῖϲ δὴ τοιούτοιϲ ϲυμπαράκειται ἐπιρρήματα ὀξυνόμενα, εἰϲ ᾱ λήγοντα, πυκνόϲ πυκνῶϲ πυκνά, καλόϲ καλῶϲ καλά. ὑγιὴϲ ἄρα ἡ τάϲιϲ κατὰ τὴν ὀξεῖαν ἐν τῷ οὐδαμά.