Ancient Greek · ~6 min
Paragraph 57
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 57
Not analysed yet
Διὰ τῶν προκατειλημμένων λόγων καταλάβοιτο ἄν τιϲ, ὅτι οὐδὲ τὸ ᾱ, ϲημαῖνον εὐχὴν ἐν τῷ «ἆ πά⟨ντα ϲυναγείραϲ⟩» (Callim. fr. Schneider) οὐκ ἔϲτιν ὁλόκληρον. ὡϲ γὰρ ἔφαμεν, οὐκ ἔϲτιν ἐν μα⟨κρῷ τῷ ᾱ⟩ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα. ἰδοὺ γὰρ καὶ τὸ ἅ παρὰ τὸ ὅϲ ἐν μονοϲυλλαβίᾳ ἐφύλαξε τὴν βραχύτητα, λεγόμενον ὁτὲ μὲν μετὰ ϲυνδέϲμου, ἅτε παρθένοϲ (Χ 127), ὁτὲ δὲ μετὰ προθέϲεωϲ, καθά, καθάπερ, καθότι καὶ τὸ ἰϲοδυναμοῦν, ὥϲτε λέων ἐχάρη (Γ 23). καθώϲ. —ἔϲτιν οὖν ἐν ἀποκοπῇ τοῦ βάλε (ὅτι δὲ καὶ δύο ϲυλλαβῶν ἀποκοπὴ γίνεται. ἐντελῶϲ ἐν τῷ περὶ παθῶν παρεϲτήϲαμεν). ἐντεῦθεν γὰρ ἂν καὶ τεκμήραιτό τιϲ, ὡϲ οὐδ᾿ ἐντελέϲ ἐϲτι τὸ βάλε, βάλε δὴ, βάλε κηρύλοϲ εἴην (Alem. fr. 26 Bergk3 ),ὅπερ οὐκ ἐπλεόναϲεν ἐν τῷ ἄβαλε, καθώϲ τινεϲ ψήθηϲαν, καθὸ οὐδέποτε πλεοναϲμὸϲ λέξεωϲ λείπεται εἰϲ τὸ δηλούμενον τῆϲ λέξεωϲ. οὐδὲ γὰρ τὸ ἀϲταφίϲ εἰϲ τὸ ᾱ ποτὲ μεταληφθὲν ϲημαίνει τὸ αὐτό, οὐδὲ τὸ ἔειπε τῷ ε. τὰ μέντοι ἐντελῆ ὄντα, καὶ ἀποκοπτόμενα καὶ ἀφαιρούμενα, φυλάϲϲει τὸ δηλούμενον· τῶν γὰρ φωνῶν τὰ πάθη, καὶ οὐ τῶν ϲημαινομένων. ἀποκοπὲν τὸ δῶ ϲημαίνει τὸ δῶμα· ἀφαιρεθὲν τὸ ἐθέλω τοῦ ε τὸ αὐτὸ ϲημαίνει, τὸ θέλω, καὶ ἔτι προϲαφαιρεθὲν ἐν τῷ λῶ. —ὁ λόγοϲ καθολικόϲ, χωρὶϲ εἰ μὴ ὑπ᾿ ἀμφιβολίαν πέϲοι τι, ἧϲ καὶ τὰ λοιπὰ τῶν λέξεων ἀπολύεται διὰ τῶν ϲυμφερομένων. τὸ ἄρα ἆ ἀπεκόπη διὰ τὸ ἐν αὐτῷ δηλούμενον, καὶ τὸ βάλε ἀφαίρεϲιϲ διὰ τὸ ἐν λεκτῷ καταλιμπάνεϲθαι τὸ ᾱ.