Ancient Greek · ~9 min
Paragraph 59
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 59
Not analysed yet
Ὁ αὐτὸϲ λόγοϲ παρακουλουθήϲει, ὡϲ ἕνεκά γε τοῦ τόνου, οὐ καὶ ἐπὶ τοῦ ὠτᾶν, τὴν μὲν μακρότητα τοῦ ᾱ φυλάξαν, οὐ μὴν τὴν τάϲιν. καὶ κατ’ ἄλλον δὲ λόγον ἐπιϲτάϲεωϲ ἔτυχε, καθὸ διτονεῖ. -Γεγενῆϲθαι δὲ οἱ μὲν παρ’ἑταιρικὴν ἐκφώνηϲιν, ὡϲ Δίδυμοϲ (p. 403 Sehmidt) ἔφη, καὶ παραλαμβάνει αὐτὸ παρὰ τὸ ἔτηϲ μετὰ μορίου τοῦ ὧ κλητικοῦ. -Πρὸϲ ὅν φηϲι Τρύφων (p. 49 Velsen), ὡϲ τὰ τῆϲ κλητικῆϲ οὐ καταϲταίη· βραχὺ γὰρ καὶ βαρὺ τὸ α ἀπαιτεῖ, ὥϲπερ καὶ τῷ δώτηϲ τὸ δῶτα παράκειται, θύτηϲ θύτα. αὐτόϲ γε μήν φηϲιν, ὡϲ τὸ ὥ μόριον ἐπεκταθὲν διὰ τοῦ τα ἐποιεῖτο καὶ κλητικὸν ἐπίφθεγμα, καθότι καὶ τῷ δή τὸ δῆτα παρέκειτο· καὶ διὰ τὴν ἀντεμφαϲιν τὴν πρὸϲ τὰ ῶτα τὸ ν προϲεληλύθει. —Δῆλον δὲ ὅτι οὐδὲ αὐτὸϲ κατέϲτηϲεν οὔτε περὶ χρόνου οὕτε περὶ τόνου. οὐ γὰρ περὶ ϲυϲτελλομένου τοῦ ὦτάν ή ζήτηϲιϲ, περὶ δὲ τοῦ ἐκτείνοντοϲ τὸ ᾱ καὶ περὶ τοῦ διτονοῦντοϲ. πῶϲ δὲ οὐ γέλοιον αίτεῖϲθαι διὰ τὰϲ ϲυνεμπτώϲειϲ προϲθέϲειϲ ϲυμφώνων ἤ ἀφαιρέϲειϲ, ὅτε ϲχεδὸν πᾶϲα λέξιϲ ὑπ’ ἀμφίβολον πίπτει, καὶ οὐ πάντωϲ διὰ τὰϲ ϲυνούϲαϲ ἀμφιβολίαϲ δεῖ προϲνέμειν η ἀφαιρεῖν ϲύμφωνα ἤ φωνήεντα. οὐδὲ γὰρ αίτηϲάμε νοϲ τὸ μὴ διδόμενον κατέϲτηϲε τὸ ἐπίρρημα. ἔνιοι μὲν οὐν ἀξιοῦϲι τὸ ὠτᾶν Δωρικώτερον εἰναι γενικῆϲ πληθυντικῆϲ, νοουμένηϲ ἐπὶ τῶν ϲυνήθων ,ὡϲ εἰ τιϲ εἴποι ὦ τῶν ἑταίρων, ὠ τῶν φίλων, λειπούϲηϲ τῆϲ φράϲεωϲ. ἀλλ’ οὐδὲ τὸ τοιοῦτον εὐπαράδεκτον· οὐ γὰρ πιθανὸν ἐκ λειπούϲηϲ φράϲεωϲ λέξιν καθίϲταϲθαι. ἐπείτοι δόξει τῶν προκατειλημμένων ὑγιεϲτέρα ἥδε ἡ κατάϲταϲιϲ εἰναι. ἔϲτιν οὖν παρώνυμα εἰϲ αν λήγοντα, ἔϲθ’ ὅτε καὶ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παραλαμβανόμενα, καθότι ἔϲτιν ἐπινοῆϲαι καὶ κατὰ πλεῖϲτα τῶν παρωνύμων, ὡϲ ἐργάτηϲ ἐργατίνηϲ, ἄπειροϲ ἀπείρων, ἀνάγκη ἀναγκαία, ἁμαξαία. ἔϲτιν οὖν τι μέγιϲτοϲ, καὶ παρὰ τοῦτο τὸ μεμιϲτᾶν, ξυνόϲ τε καὶ ξυνᾶν. ἔφαμεν δὲ ἐν ἑτέροιϲ, ὅτι καὶ παρὰ τὸ νέοϲ νεᾶν τι ἦν, ἀφ’ οὐ τὸ νεανίϲκοϲ καὶ νεανίαϲ. καὶ παρὰ τὸ ἔτηϲ οὖν γενήϲεταί τι ἐτᾶν, οὐ τὸ κλητικὸν ὁμόφωνον. καὶ ὡϲ ἀπὸ κλητικῆϲ πολλάκιϲ ἐπιρρηματικαὶ ϲυντάξειϲ γίνονται, ὡϲ Δάματερ, Ἥρακλεϲ, τάλαν ,οὕτωϲ καὶ τὸ ὦ ἐτᾶν αιον παραπεμπομένων ἡμῶν καὶ τὸν ὀξὺν τόνον ἀντὶ περιϲπωμένου μεταλαβεῖν.