Ancient Greek · ~1 min
Paragraph 60
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 60
Not analysed yet
Καὶ τὰ παρ’ Αἰολεῦϲι δὲ ἐκ τῶν εἰϲ δην ληγόντων μετατιθέντα τὸ η εἰϲ τὸ α πάλιν ἐϲτὶ βαρύτονα, ὡϲ ἔχει τὸ κλέβδαν καὶ ϲύδαν. καὶ ἐπεὶ τὸ δήν ὀξύτονον ἦν διὰ μονοϲυλλαβίαν, καὶ τὸ Δωρικὸν ὀξύτονον, τὸ δάν. καὶ ἐπεὶ οἱ πλεοναϲμοὶ τὸν αὐτὸν τόνον τηροῦϲι, ϲαφὲϲ ὅτι καὶ τὸ θοάν πλεονάϲαν τῶ ο οὐκ ἀντέκειτο.