Ancient Greek
Paragraph 6
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 6
Not analysed yet
Παρὸν δὲ καὶ ἐξ ὑποδείγματοϲ πιϲτώϲαϲθαι τὸν λόγον πάλιν. τὸ Τρύφων ἀναγινώϲκει ποιεῖ λόγον, οὐ μὴν τὸ Τρύφων καλῶϲ, εἰ μὴ προϲθείημεν τὸ ῥῆμα. ᾧ λόγῳ καὶ ἐπὶ τοῦ ἄρθρου τὸ κατὰ ἀρϲενικὴν προφορὰν «ὁ» πάλιν οὐ ποιεῖ λόγον ἐν τῷ ὁ ἀναγινώϲκει, εἰ μὴ προϲλάβοι ὄνομα ἐφ’ ὃ φέρεται, τὸ ὁ Τρύφων ἀναγινώϲκει. διὸ καὶ ἐν τοῖϲ ὑποτακτικοῖϲ ἄρθροιϲ κοινὸν λαμβάνεται τὸ προκείμενον ὄνομα, κατὰ ἀναφορὰν παριϲτάμενον, ἐπεὶ παρεπόμενόν ἐϲτι τοῖϲ ὑποτακτικοῖϲ τῶν ἄρθρων μετὰ ῥήματοϲ ἀποτελεῖν διάνοιαν, ἄνθρωποϲ παρεγένετο ᾧ ἐλάληϲα, κοινοῦ παραλαμβανομένου τοῦ ἄνθρωποϲ. εἰ γὰρ μὴ προτεθείη ὄνομα τοῦ τοιούτου ἄρθρου, οὐδ’ ἂν ἔτι τὸ ἄρθρον ὡϲ ἄρθρον ἀκούοιτο, ὡϲ δὲ ἀόριϲτον μόριον, εἰ τῇδε ἀποφαινόμεθα, ὃϲ μεθύει, βλάπτεται· ἴϲον γάρ ἐϲτι τῶ εἴ τιϲ μεθύει, βλάπτεται. τὸν τοιοῦτον λόγον ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ ἐκτεθείμεθα.