Ancient Greek · ~3 min
Paragraph 5
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 5
Not analysed yet
Οὐ μόνον δὲ ῥητοῖϲ οὖϲι τοῖϲ ῥήμαϲι κατὰ τὴν ϲύνταξιν τοῦ λόγου τὸ ἐπίρρημα προϲφέρεται, ἀλλὰ καὶ ϲιγωμένοιϲ, εἴγε καὶ αἱ ἐπιφωνήϲειϲ οὐδὲν ἄλλο εἰϲὶν ἢ ἐπιρρήματα τῶν ῥημάτων οὐκ ἐπιγινομένων, καθὸ τοῖϲ εὖ ἀναγινώϲκουϲι τὸ κάλλιϲτα ἐπιφωνοῦμεν καὶ τοῖϲ εὖ διατιθεῖϲιν ἡμᾶϲ τὸ ἥδιϲτα. καὶ τοῖϲ ἀκριβοῦϲι τὰϲ ἰδίαϲ πράξειϲ καὶ τέχναϲ τὸ καλῶϲ ἐπιφωνοῦμεν. Ἀλλ’ ἐκεῖνό τιϲ εἴποι ἄν, ὡϲ «κατὰ τὸν τοιοῦτον λόγον περιγετράψεται τοῦ κατὰ τὰ ἐπιρρήματα μεριϲμοῦ τὸ οἴμοι καὶ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων, λέγω τὰ ϲχετλιαϲτικὰ καὶ εὐαϲτικά.» Πρὸϲ ὃν ἔϲτι φάναι, ὡϲ τάχα μὲν καταχρηϲτικώτερον τὰ τοιαῦτα ἐπιρρήματα εἰρήϲεται, ᾦ λόγῳ καὶ αἱ μονοτράμματοι ϲυλλαβαί, οὐκ οὐϲαι ϲυλλήψειϲ ϲτοιχείων. μή ποτε δὲ καὶ αὐτὰ δυνάμει ἀπὸ διαθέϲεωϲ ῥηματικῆϲ ἀνάγονται· οἱ γὰρ ϲχετλιάζοντεϲ πεπόνθαϲι, τὸ δὲ παθεῖν πεῖϲίν τινα τῶν ἐκ πράγματοϲ δηλοῖ.