Ancient Greek · ~14 min
Paragraph 68
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 68.1
Not analysed yet
Τὰ δὴ προκείμενα παρὰ πᾶϲιν ὑπείληπται ὡϲ ἐπιρρήματα εἴη, ὧνἐϲτὶ καὶ Τρύφων (p. 51 Velsen). —διὸ καὶ αὐτοί φαμεν, ὡϲ ἕνεκα τῆϲ παραγωγῆϲ εἶναι τὴν βαρεῖαν· ὡϲ ἕνεκα δὲ τῆϲ ἀκριβοῦϲ παραδόϲεωϲ, μήποτε παραγωγαί εἰϲι κατὰ τοῦ αὐτοῦ δὴ δηλουμένου παραλαμβϛανόμεναι. —Φηϲὶν οὑν ὁ Τρύφων τὸ τηνικαῦτα αὐτὰ παράγεϲθαι εἰϲ τὴν ταυτότητα, ἐπὰν ἡ φωνὴ ἡ τοῦ πρωτοτύπου ὁλόκληροϲ καθεϲτήκῃ, ὡϲ ἐν τῷ ἧφι βίηφι· εἰ δὲ μὴ τῇδε ἔχει, τὸ τηνικαῦτα ἐπιρρηματικῆϲ ἔχεϲθαι ϲυντάξεωϲ τὰ μόρια, ὡϲ ἐπὶ τοῦ χαλκόφι χαλκόϲ. «ἰδοὺ γάρ p», φηϲιν, «αἱ παραχθεῖϲαι γενικαὶ ἔχουϲι τὸν ἀριθμὸν εὐδιάκριτον ,ἡ καλοῖο, ἡ Ἀτρείδαο τὸ δέ φηϲι κατ’ ὄρεϲφι τί μᾶλλον κατ’ ὄρουϲ ἢ κατ’ ὀρῶν ἰδιον δὲ τὸ μὴ διακρίνειν ἀριθμὸν ἐν ϲυντάξει ἐπιρρήματοϲ ». κατὰ δὴ ταύτην τὴν ἔννοιαν ἀπεφαίνετο τὰ τοιαῦτα ἐπιρρήματα εἰναι. —ἔϲτι μέντοι ,ἀναλαβόντα τὸν λόγον ,ἐκεῖνο φάναι ,ὡϲ πρῶτον παρὰ Ϲικυωνίοιϲ ἐν γενικῇ ⟨ἑνικῇ ⟩ἀπειράκιϲ παραλαμβάνεται· καὶ ὡϲ τὸ ἀπὸ χαλκόφι τὴν ἀπὸ χαλκοῦ γενικὴν ϲημαίνει, οὐχὶ χαλκῶν, οὕτω καὶ τὸ κατ’ ὄρεϲφιν οὐκ ἄλλο τι ϲημαίνει ἢ τὴν κατ’ ὄρουϲ. πρόϲ τε τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον, ὡϲ πάνυ ἐϲτὶ βίαιον τὸ διὰ τῆϲ μονῆϲ τῆϲ τῶν πρωτοτύπων φωνῶν παραδέξαϲθαι τὴν ταυτότητα τοῦ πρωτοτύπου, διὰ δὲ τῆϲ ἐλλείψεωϲ παραδέξαϲθαι ἐπιρρηματικὴν παραγωγήν. καὶ γὰρ κατὰ τὸ ἐναντίον φωναὶ μένουϲαι ἐν ϲυντάξει ἐπιρρήματα γίνονται, ὡϲ τὰ ὀνοματικὰ ἅπαντα οὐδεμιἅϲ παραφοορᾶϲ γινομένηϲ ἐν ταῖϲ φωναῖϲ (τὰ δὲ ὑποδείγματα πρόκειται, ἄπειρα ὄντα)· καὶ αἱ φωναὶ παραχθεῖϲαι καὶ παραφθαρεῖϲαι τὰ τέλη μένουϲιν ἐν ταῖϲ ἐννοίαιϲ τῶν πρωτοτύπων. οὐ γὰρ ἐπεὶ τὸ χαλκόφιν ἀπέβαλε τὸ υ κατὰ τὴν παραγωγήν γ, παρὰ τοῦτο οὐ γενική, ἐπεὶ οὐδὲ τὸ ἐμεῦ, ἀποβαλὸν τὸ υ ἐν τῷ ἐμέθεν, οὐκ ἀντωνυμία. —οὐκ ἄρα πάντωϲ παρὰ τὰϲ ἀποβολὰϲ τῶν ϲτοιχείων ὁ μεριϲμόϲ, παρὰ δὲ τὰϲ γινομέναϲ ϲυντάξειϲ, ὥϲ γε καὶ ἐντελῶϲ παραϲτήϲομεν περὶ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων, τίνα τε ὄντωϲ ἐϲτὶν ἐπιρρήματα, καὶ τίνα αὐτὸ μόνον παραγωγῇ κέχρηται τῆ διὰ τοῦ θεν, φυλάϲϲει δὲ τὴν τῶν πρωτοτύπων ἔννοιαν. —ἔτι ἡ γινομένη παραγωγὴ ἐν ἐπιρρήμαϲι κατὰ μιᾶϲ ἐϲτὶ ϲυντάξεωϲ, ὡϲ ἡ διὰ τοῦ θι ἐν ϲυντάξει ἐϲτὶ τῇ κατὰ δοτικήν, οἴκοθι ἐν οἴκῳ, Ἀβυδόθι ἐν Ἀβύδῳ, ἥ τε διὰ τοῦ δε ἐν ϲυντάξει τῇ κατ’ αἰτιατικήν ,οἴκαδε εἰϲ οἶκον, ἄγραδε εἰϲ ἀγρόν, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸϲ λόγοϲ ἡ δὲ προκειμένη παραγωγὴ οὐκ ἔχει τῇδε, ὡϲ οὐκ ἂν ἐπιρρηματικὴ γινομένη. καὶ γὰρ κατὰ γενικήν ἐϲτιν, ὡϲ τὸ χαλκόφιν καὶ παϲϲαλόφιν, καὶ ἐν δοτικῇ, ὡϲ φρήτρηφι, καὶ ἐν αἰτιατικῇ, δεξιόφιν ,ἀριϲτερόφιν. καὶ κατὰ τοῦτο ἄρα τὰ προκείμενα μόρια οὐκ ἔχεται ἐπιρρηματικῆϲ παραγωγῆϲ. ἔϲτι δὲ καὶ παρὰ Ἀλκμᾶνι (fr. 59 Bergk 3) καὶ κατὰ κλητικῆϲ τὸ οὐρανία οὐρανίαφιν, τῶν τοιούτων πλεοναϲμῶν οὐ κρατούντων τὰϲ πτώϲειϲ. καὶ γὰρ τὸ τοιόϲδε καὶ τὸ τοιοῦδε καὶ τοιῷδε, παραγωγῆϲ ἐχόμενα τῆϲ διὰ τοῦ δε, ὡϲ εἰ πάλιν ἦν ἐπιρρηματικὴ παραγωγή, κατὰ μίαν πτῶϲιν ἦν. Προαλὲϲ δὲ καὶ τὸ λαβεῖν ὅτι ἐν τῷ ἧφι βίηφιν ὁλόκληροϲ ἡ παραγωγή. εἰ γὰρ οὐ ἡ παραγωγὴ ϲτοιχείου γίνεται ἀφαιρετική ,ὡϲ ἐπὶ γενικῆϲ τοῦ ῦ, ἐκ παϲϲαλόφι καὶ χαλκὸφιν, ὡϲ ἐπ’ αἰτιατικῆϲ τοῦ ν, δεξιόν δεξιόφιν, ἀριϲτερόν ἀριϲτερόφιν, δοθήϲεται ὅτι καὶ κατὰ τὸν λόγον τῆϲ δοτικῆϲ ὑφιᾶϲι τὸ ι, καὶ τὰ τῆϲ ὀρθογραφίαϲ οὕτωϲ κατα ϲτήϲεται δίχα τοῦ ῑ γραφόμενα. καὶ ϲαρέϲ ἐϲτιν ὅτι τὰ προκείμενα, ἀκουόμενα ἔχοντα ϲτοιχεῖα, πρόδηλον ἔϲχε καὶ τὴν ἀφαίρεϲιν· τὰ δὲ ἐν τῇ δοτικῇ οὐκ ἐξεφώνει τὸ ῑ. ϲαφὲϲ γοῦν ὅτι. κἂν ἐλλείψῃ τὸ ῑ, οὐ πρόδηλον ἕξει τὴν ὑποϲτολήν.