Ancient Greek · ~7 min
Paragraph 69
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 69
Not analysed yet
Τὰ εἰϲ ῶ λήγοντα βαρύνεται, ἔϲω, κύκλῳ, τόνῳ, πόρρω, πρόϲω, ἑκαϲτάτω, ἀνωτέρω, ἀνωτάτω, περαιτέρω. ὥϲτε ἕνεκα τούτου ϲημειοῦϲθαι τὸ ἐπιϲχερ ώ καὶ ἰὠ. Ἀλλ’ ἴϲωϲ ἡ μὲν προκατειλεγμένη τῶν είϲ ω βαρεῖα τάϲιϲ ἔχει τὴν ὁμοείδειαν ϲυνῳδὸν τοῦ τόνου· ἦν γὰρ ἅπαντα ἐν παραγωγῇ, ὡϲ εἰ καί τιϲ οὕτωϲ εἴποι· τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα παραγωγὰ ἐν βαρείᾳ τάϲει ἐϲτί. καὶ εί μὲν ἀπὸ προθέϲεων γέγονεν, ίϲοϲυλλαβοῦντα μὲν ταῖϲ προθέϲεϲιν ,εἰ καὶ διϲύλλαβοι εἶεν αἱ προθέϲειϲ· περιϲϲοϲυλλαβοῦντα δέ, εἰ ἀπὸ μονοϲυλλάβων προθέϲεων εἴη ἡπαραγωγή. διότι δὲ τὸ τοιοῦτον παρέπεται, ἐν ἄλλῳ τόπῳ καθολικώτερον εἰρήϲεται. τὰ δὲ ὑποδείγματα ἐκκείϲθω· παρὰ τὴν ἀνά ἄνω, κατά κάτω, πρόϲ πρόϲω, ἔϲ ἔϲω. τό τε τόνῳ καὶ κύκλῳ πρὸϲ ὁμοφω. νίαν τὴν ἀπὸ τοῦ τόνοϲ καὶ κύκλοϲ ἐν δοτικῇ πτώϲει. ἦν οὑν καὶ ταῦτα ἐκ προκειμένου γεγονότα. ἀλλὰ μὴν καὶ τὸ ἑκαϲτάτω καὶ ἑκαϲτέρω ἦν ἐν ϲυγκριτικῇ παραγωγῇ. τά γ’ οὖν προκατειλεγμένα δέδεικται ὡϲ εἴη παραγωγά. ἦν οὖν τὰ προκείμενα, λέγω τὸ ἐπιϲχερώ καὶ ἰώ ,οὐκ ἐνεχόμενα τῇ δοτικῇ παραγωγῇ ,καὶ ἕνεκα τούτου οὐδὲ τῇ ταυτότητι τῆϲ τάϲεωϲ ἐχρήϲατο. ὅτι δὲ καὶ ἐν παραγωγῇ τινὰ γινόμενα διαλλάϲϲει κατὰ τὴν τάϲιν τῶν πρωτοτύπων ἢ τῶν μὴ κατὰ τὸ αὐτὸ γενομένων, ἐδείξαμεν περὶ τῶν εἰϲ ῑ ληγόντων ἐπιρρημάτων ,εἴγε ἂ μὲν αὐτῶν πάλιν ὀξύνεται, ἃ δὲ βαρύνεται ἐν διαϲτολῇ τῇ δεούϲῃ· οὐ γὰρ τὸ νόϲφι καὶ τὸ ἶφι ὁμοίωϲ εἰρήϲεται τῷ ἑλληνιϲτί. καὶ εἰ δέδοται τὸ παρηλλαγμένον τοῦ τόνου ἐν διαφόρῳ εἴδει, ϲαφὲϲ ὅτι οὐδὲ ἐπὶ τοῦ τοιούτου βίαιον καὶ τὸ ἐπιϲχερώ ὀξύνεϲθαι καὶ τὸ ἰώ, ἐν παραλλαγῇ καθεϲτῶτα τοῦ πρόϲω καὶ τόνῳ καὶ τῶν ὁμοίων.