Ancient Greek
Paragraph 67
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 67
Not analysed yet
Ὁμοίωϲ καὶ τὰ διὰ τοῦ φι παρατόμενα βαρείαϲ ἔχεται τάϲεωϲ, λέγω περὶ τοῦ ἧφι βίηφι, οὐρανόφι, ἄπερ ἔϲθ’ ὅτε καὶ ϲὺν τῷ ν λέγεται, παϲϲαλόφιν, ἀριϲτερόφιν, δεξιόφιν ἔτι καὶ ἄλλα πλεῖϲτα μόρια τοιαῦτά ἐϲτιν, αἱ Αἰολικαὶ ἀντωνυμίαι, ἄμμι ἄμμιν, τὰ τρίτα πρόϲωπα, ἔχουϲι ἔχουϲιν ,λέγουϲι λέγουϲιν, αἱ δοτικαὶ πληθυντικαί, παιϲί καὶ παιϲίν.