Ancient Greek · ~5 min
Paragraph 71
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 71
Not analysed yet
ἔτι τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα βραχείᾳ κέχρηται τῇ παρεδρευούϲη, ὡϲ ἔχει τὸ ἑκαϲτέρω καὶ τὸ τόνῳ, ἄνω. καὶ οὐκ ἀντίκειται τὸ εἶϲω· δέδεικται γὰρ καὶ ἡ ἔϲ πρόθεϲιϲ ὁλοκληροτέρα καὶ τὸ ἔϲω. Τὸ ἄρα πόρρω ἐκτέταται ὡϲ Ἀττικώτερον, καθὸ καὶ τὸ προπέρυϲι πρωπέρυϲίν φαϲι, καὶ ὅτι μᾶλλον μηκυντικοί εἰϲι κατὰ τὰ φωνήεντα· περιϲϲοϲυλλάβου πάϲηϲ γενικῆϲ κατάληξίϲ ἐϲτι βραχεῖα, ἀλλὰ Ἀθηναῖοι πόλεώϲ φαϲι καὶ τὰ τούτοιϲ ὅμοια. κτητικῶν τῶν εἰϲ κοϲ ληγόντων ἡ παρεδρεύουϲα βραχεῖά ἐϲτιν ,ἀλλὰ κεραμεικόϲ τέ φαϲι καὶ βοεικόϲ. τὸ ᾱ πρὸ τῶν δύο λλ ϲυϲτέλλεται, ϲκάλλω, θάλλω, ϲφάλλω, ἄλλοϲ, μαλλόϲ, φάλοϲ ἐδείχθη καὶ κατὰ τοῦτο τὸ μᾶλλον Ἀττικόν. ἄπειροϲ ἡ εἰϲ τὸ τοιοῦτο παράθεϲιϲ. —Ἄλλωϲ τε, ὃν τρόπον παρὰ τὴν τόνῳ δοτικὴν τὸ ὁμόφωνον γίνεται ἐπίρρημα τόν νῳ, οὕτωϲ καὶ παρὰ τὴν πόρῳ δοτικὴν τὸ ἀκόλουθον ἐγένετο πόρῳ. ἴϲωϲ δὲ καὶ ὁ πλεοναϲμὸϲ τῆϲ διαλέκτου. διὸ καὶ ὁ πυρρίαϲ· τῇ γὰρ πυρόϲ γενικῇ παρωνόμαϲιαι. καὶ ὁ πυρρόϲ τῇδε ἔχει. –Οὐκ ἀγνοῶ δὲ ὡϲ ἔνιοι παρὰ πρόθεϲιν τὴν πρόϲ φαϲι γεγενῆϲθαι, ὥϲτε ἐν ὑπερβατῷ τοῦ ρ γεγενῆϲθαι πόρϲω, καὶ μεταθέϲει τοῦ ϲ εἰϲ τὸ ρ πόρρω. οὐκ ἀήθωϲ δὲ καὶ τὸ ϲ εἰϲ τὸ ρ μεταπίπτει, ὡϲ ἡ μυρϲίνη μυρρίνη, θαρϲεῖν θαρρεῖν.