Ancient Greek · ~2 min
Paragraph 70
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 70
Not analysed yet
ἔτι τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα παροξύνεται, καθὼϲ ἔχει τὰ προκατειλεγμένα, πρόϲω, ἔϲω, κάτω, ἐγγυτέρω. ϲαφὲϲ οὑν ὅτι, καθὼϲ προείπομεν, εἰ ἐπίρρημα τὸ ἄνε ῳ, ϲεϲημειώϲεται. —ἀλλ’ εἰ παρεϲτήϲαμεν ὡϲ τὰ ϲυνεμπίπτοντα ὀνοματικῇ πτώϲει ἐπιρρήματα τὴν τάϲιν τῶν ὀνομάτων φυλάϲϲει, ϲαφὲϲ ὅτι προπαροξυνόμενον ἕνεκα τοῦ τόνου κατώρθωται. ἐδείκνυτο γὰρ τὸ προκείμενον ,ὡϲ ἀπὸ Ἀττικῆϲ γραφῆϲ τῆϲ ἄνεωϲ ἐϲχημάτιϲτο· ἦν δὲ τὸ παρὰ Ἀττικοῖϲ ἄνεωϲ τρίτην ἀπὸ τέλουϲ ἔχον τὴν ὀξεῖαν. ὅθεν εὐλόγωϲ τὰ μὲν ἄλλα βαρυνόμενα τὴν ὀξεῖαν πρὸ τέλουϲ ἔχει, οὐ δυναμένηϲ τῆϲ ὀξείαϲ εἰϲ τρίτην ἀπὸ τέλουϲ πίπτειν.