Ancient Greek
Paragraph 75
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 75
Not analysed yet
Τὰ εἰϲ ως λήγοντα ἐπιρρήματα κοινολεκτούμενα δυϲὶ τόνοιϲ ὑπο πίπτει. ἢ γὰρ βαρύνεται, ὡϲ κούφωϲ, φαύλωϲ, μετρίωϲ, ἢ περιέϲπαϲται, ὡϲ τὸ ϲεμνῶϲ καὶ εὐϲεβῶϲ. καὶ ἔτι παρὰ Δωριεῦϲιν ἔνια ὀξύνεται, ὥϲτε κατ’ ἔγκλιϲιν ἀνεγνώϲθη ἦ ῥα καλὼ ϲ ἀποκαθάραϲα ἐξελεπύρωϲεν (Sophr. fr. 87 Ahrens). περὶ ὡν καὶ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται.