Ancient Greek
Paragraph 77
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 77
Not analysed yet
Τὰ προκείμενα τῶν ἐπιρρημάτων, ἰδίαϲ παραγωγῆϲ οὐ τυχόντα, οὐδὲ τὸν ἶδιον τόνον ἔχει, ἀναμένει δὲ τὸν πτωτικὸν τόνον, ὅϲ ἐϲτιν ἀπὸ γενικῆϲ πληθυντικῆϲ. καὶ ἕνεκα τούτου ἢ περιϲπᾶται ἢ βαρύνεται, καθὸ πᾶϲα γενικὴ πληθυντικὴ ἤτοι περιϲπᾶται ἢ βαρύνεται. ἄμα καὶ. ϲυναποδεικτέον, ὡϲ παράγεται τὰ ἐπιρρήματα· καὶ ϲυνηγορητέον τῷ προκειμένῳ μορίῳ, ὅτι δεόντωϲ ὠξύνθη. Ἔκκειται μὲν οὖν πρῶτοϲ λόγοϲ, ὅτι διὰ τοῦτο ἢ περιϲπᾶται ἢ βαρύνεται, διὰ τὸν παρεπόμενον τόνον τῇ γενικῇ πληθυντικῇ· καὶ ϲυνυπάρχειν γὰρ θέλει τῇ γενικῇ πληθυντικῇ. τὸ μέγαϲ ἑτερόκλιτον ἔχει τὸ μεγάλου, καὶ τὸ ἐπίρρημα οὐ παρὰ τὴν μέγαϲ, ὡϲ παρὰ τὴν μεγάλων τὸ παντόϲ ὀξύνεται, ἡ δὲ πάντων γενικὴ βαρύνεται· ἔνθεν καὶ τὸ ϲυνὸν ἐπίρρημα ϲυμβαρύνεται. καὶ ὅτι τοῦτο αἴτιον, ϲαφὲϲ καὶ ἐκ τοῦ Δωριεῖϲ ϲυμπεριϲπᾶν τὸ ἐπίρρημα ,ἐπεὶ καὶ τὴν γενικὴν πάντων φαϲίν. οὕτωϲ ἔχει καὶ τὸ ἀλλῶϲ καὶ τηνῶϲ. τοῦτο γὰρ καὶ ἐνίουϲ ἠπάτηϲεν ἀποφήναϲθαι ὡϲ τὰ παρ’ ἡμῖν βαρύτονα τῶν ἐπιρρημάτων περιϲπῶϲι Δωριεῖϲ. ὅπερ οὐκ ἦν ἀληθέϲ· οὔτε γὰρ τὸ κούφωϲ οὔτε τὸ φίλωϲ οὔτε τὰ τοιαῦτα περιϲπῶϲι. διὰ τί οὐν τὸ παντῶϲ ὅτι καὶ τὴν ποιοῦϲαν τὸν τόνον γενικὴν περιεϲπάκειϲαν. διότι δὲ τὴν παντων γενικὴν περιϲπῶϲι καὶ ἔτι τὴν ἀλλῶν, ἐν ἑτέροιϲ ἐδιδάξαμεν κατὰ τὰϲ ἀντωνυμικὰϲ γενικάϲ. Ἔτι καὶ τὰ τὴϲ φωνῆϲ ἐγγίζει (τοῦ γὰρ ν ἅπαξ μετάyϲιϲ εἰϲ τὸ ο γίνεται) καὶ τὰ ἐγγινόμενα πάθη· ἕνεκα τίνοϲ τὸ ϲοφῶϲ οὐ διαιρεῖται; ὅτι οὐδὲ ἡ ϲοφῶν γενική. ἕνεκα τίνοϲ τὸ ψευδέωϲ, εὐϲεβέωϲ, ἀτρεκέωϲ, ἢ ὅτι καὶ ἡ εὐϲεβέων καὶ ἀτρεκέων;