Ancient Greek · ~2 min
Paragraph 78
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 78
Not analysed yet
Ἐταράχθηϲαν ἔνιοι καὶ κατὰ τὰ ϲχήματα τῶν ἐπιρρημάτων, ὑπολαμβάνοντεϲ μὴ ἐξομαλίζεϲθαι τὰ τῆϲ τάϲεωϲ τῶν ἐπιρρημάτων, εἴγε ἀπὸ τοῦ καλῶϲ φαϲι παγκάλωϲ καὶ ἀπὸ τοῦ ϲεμνῶϲ άϲεμνωϲ, οὺ μὴν ἀπὸ τοῦ ψευδῶϲ ἀψεύδωϲ, ϲαφῶϲ ἀϲόφωϲ ἦν. οὐδὲ γὰρ ἡ ϲύνθεϲιϲ αὐτῶν ,τῶν δὲ προεκκειμένων πτωτικῶν ,οἰϲ παρείπετο ἀναβιβάζειν μὲν τὸν τόνον ,εἰ εἰϲ οϲ λήγοιεν ,φυλάϲϲειν δἐ, εἰ εἰϲ ηϲ. καὶ ἐπεὶ καλόϲ πάγκαλοϲ παγκάλων, διὰ τοῦτο παγκάλωϲ· ψευδήϲ δὲ καὶ ἀψευδήϲ καὶ ἀψευδῶν ,καὶ διὰ τοῦτο ἀψευδῶϲ, καὶ ἀϲαφῶϲ.