Ancient Greek · ~5 min
Paragraph 8
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 8
Not analysed yet
Ἔτι φαμὲν οὕτωϲ, καλῶϲ ὁ ἄνθρωποϲ γράφει, καὶ ἔϲτι κατάλληλοϲ ὁ λόγοϲ· ἕκαϲτον γὰρ τῶν μορίων ϲυμφέρεται τῷ ἰδίῳ ϲυντάγματι ἀλλ’ ὁπηνίκα τὸ ἄρθρον ἐμπεριλαμβάνει τὸ ἐπίρρημα, οὐκέτι τὸ κατάλληλον ϲώζεται, ὁ καλῶϲ ἄνθρωποϲ γράφει, διὰ τὸ τῆϲ οἰκειότητοϲ ἀπεϲπάϲθαι τὸ μόριον· μεταξὺ γὰρ γινόμενον τὸ ἐπίρρημα δύο πτωτικῶν, λέγω τοῦ ἄρθρου καὶ τοῦ ὀνόματοϲ, οὐκ ἔχει τὴν καταλληλότητα τὴν ἐπὶ τὸ ῥῆμα, ὡϲανεὶ ὑπὸ τοῦ γένουϲ ϲυνεχόμενον. καὶ ἔνθεν οὔτε ἐπὶ τὸ ὄνομα δύναται ἐνεχθῆναι, ὅτι ἀλλοτρία ἡ ϲύνταξιϲ, οὔτε ἐπὶ τὸ ῥῆμα, καθὼϲ προειρήκαμεν, ϲυνεχόμενον ὑπὸ τοῦ γένουϲ. μεταξὺ οῦν τούτων οὐκ ἄλλο τι πέπτωκεν ἢ μόνη ἡ μετοχή, δυναμένη καὶ τὸ γένοϲ μηνῦϲαι καὶ τὸ πρᾶγμα, ὅπερ ἐπιζητεῖ τὸ ἐπίρρημα. καὶ ἐπί γε πάλιν τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ οὐ γίνεται τὸ κατάλληλον ἄλλου του ἐπιφερομένου ἢ μόνηϲ μετοχῆϲ. μεθ’ ἧϲ πάλιν καὶ ῥῆμα ϲυγγενήϲεται ὑπὲρ τοῦ ϲυγκλειϲθῆναι τὸν λόγον. ἐφ’ ὃ οὐκέτι τὸ προειρημένον ἐπίρρημα ἐπιφέρεται. διὸ καὶ προείπομεν, ὡϲ καὶ ἐπὶ μετοχὰϲ φέρεται τὰ ἐπιρρήματα. τὸ δὲ ὑπόδειγμα τοῦ λόγου τοιοῦτόν ἐϲτιν, ὁ καλῶϲ ἄνθρωποϲ γράψαϲ ἐτιμήθη. —πάλιν ἡ τοιαύτη ϲύνταξιϲ διὰ πολλῶν παραθέϲεων ἐν τῷ περὶ ϲυντάξεωϲ ἀποδίδοται. —Καὶ τοϲαῦτα μὲν περὶ τοῦ ὅτι κατηγορεῖ τῶν ῥημάτων τὸ ἐπίρρημα.