Ancient Greek · ~6 min
Paragraph 9
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 9
Not analysed yet
Φαμὲν δὲ ἢ καθολικῶϲ ϲυνεῖναι τοῖϲ ῥήμαϲι τὰ ἐπιρρήματα ἢ μερικῶϲ, ἐπεί τινα μὲν ϲύνοιϲτά ἐϲτι, ϲημαϲίαϲ οὐκ ἀντικειμένηϲ, ἁπάϲαιϲ ταῖϲ ἐγκλίϲεϲιν, ἅπαϲι τοῖϲ χρόνοιϲ, ἅπαϲι τοῖϲ προϲώποιϲ, ὡϲ ἕνεκα ὑποδείγματοϲ τὸ καλῶϲ ἔϲτι παραλαμβάνειν, τὸ οὕτωϲ, ἄλλα πάμπολλα, τῆϲ φράϲεωϲ, ὡϲ ἔφαμεν, οὐκ ἀντιπιπτούϲηϲ, καθότι πάλιν καὶ ἐπὶ τῶν ὀνομάτων οἱόν τέ ἐϲτι παραδέξαϲθαί τινα τῶν ἐπιθετικῶν δυνάμενα ϲυντείνειν ἐπὶ πάντα τὰ ὀνόματα, τινὰ δὲ πάλιν μερικωτέραν ἔχει τὴν ϲύνταξιν (τό τε γὰρ μέλαϲ ἢ λευκόϲ ἐπὶ πᾶν ϲῶμα δύναται ϲυντείνειν, οὐ μὴν τὸ λόγιοϲ ἢ ϲυνετόϲ, ὅτι μὴ ἐπὶ τῶν δυναμένων ἀναδέξαϲθαι ϲύνεϲιν ἢ λόγον, ἅπερ ἂν εἶη λογικὰ ζῶα)· τὸν αὐτὸν δὴ τρόπον καί τινα τῶν ἐπιρρημάτων εἴργεται τῆϲ ϲυντάξεωϲ ἕνεκα τοῦ ϲημαινομένου. τὸ ἄγε παρακελευϲτικὸν οὐ τετάξεται ϲὺν ὁριϲτικῇ προφορᾷ, ἀλλ᾿ οὐδὲ εὐκτικῇ ἢ ἄλλη τινὶ ἢ μόνη τῇ προϲτακτικῇ, οὕτωϲ ὥϲτε καὶ τὰ ἀμφίβολα τῶν ῥημάτων τῇ ἰδιότητι τῆϲ ϲυντάξεωϲ ἀπολύεϲθαι τῆϲ ἀμφιβολίαϲ διὰ τῆϲ ἰδίαϲ αὐτοῦ παραθέϲεωϲ. τὸ λέγετε ὁριϲτικόν, ἀλλ᾿ οὐ τὸ ἄγε λέγετε, ἄγε τύπτεϲθε. —τὰ χρονικὰ ἐπιρρήματα ϲυμφωνοῦϲαν τοῖϲ τοῦ ῥήματοϲ χρόνοιϲ ποιεῖται ϲύνταξιν. οἷον τὸ ἐχθέϲ παρῳχημένῳ ϲυντετάξεται, ἐχθὲϲ ἔγραφον, ἐχθὲϲ ἔγραψα. τὸ γὰρ αὔριον ἀντικείμενον τῷ παρῳχημένῳ, οὐ ϲυντετάξεται ἢ πάλιν τοῖϲ ὁμολογοῦϲι τὸ ⟨μὴ⟩ παρῳχῆϲθαι, αὔριον γράφω, αὔριον γράψω, αὔριον ἀναγινώϲκω. τὰ μέντοι οὐ διορίζοντα τὸν χρόνον, κοινὴν δὲ παράταϲιν δηλοῦντα τοῦ παντὸϲ χρόνου, ϲυμπαραλαμβάνεται κατὰ πάντα χρόνον, ὡϲ ἔχει τὸ νῦν ἐφρόνηϲα, νῦν φρονῶ, νῦν φρονήϲω· ἤδη ἔγραψα, ἤδη γράφω, ἤδη γράψω. ὁ αὐτὸϲ λόγοϲ ϲυντεινέτω ἐπὶ πάντων τῶν τοιούτων.