Ancient Greek · ~7 min
Paragraph 80
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 80
Not analysed yet
Ϲυζυγεῖ τῷ προκειμένῳ μορίῳ ἀνταποδοτικὸν μὲν τὸ τώϲ, πυϲματικὸν δὲ τὸ πῶϲ, καὶ ἔτι ἀναφορικὸν τὸ ὅπωϲ, καθὸ καὶ ἄλλοιϲ ἡ τοιαύτη τάξιϲ παρέπεται, ἡ τῇ πῇ ὅπῃ ,οὐ τοῦ ποῦ ὅπου, ἡνίκα τηνίκα πηνίκα ὁπηνίκα. —Ἴϲωϲ οὕν τιϲ φήϲει τὰ κατὰ πεῦϲιν ὁμοτονεῖν τοῖϲ κατὰ ἀπόλυϲιν. τὸ ποῦ περιϲπᾶται, ἀλλὰ καὶ τὸ οὐ τῆϲ αὐτῆϲ τάϲεωϲ ἔχεται. ηνίκα, καὶ τὸ πηνίκα. τὸ ἧ περιϲπᾶται, ἀλλὰ καὶ τὸ πῇ. εἰ δὴ καὶ τὸ πῶϲ περιϲπᾶται, ὁμόλογον ὅτι καὶ τὸ ὥὑϲ περιϲπαϲθήϲεται. Ἀλλὰ πρόϲ γε τὸ τοιοῦτον ἔϲτι φάναι. τί γὰρ μᾶλλον, εἰ τὸ ὥϲ ἀποδέδεικται εὐλόγωϲ ὀξυνόμενον, οὐχὶ τὸ πῶϲ περιϲπώμενον ἡμαρτῆϲθαι ὁμολογήϲουϲι τοῦ ἀπὸ τοῦ τ ἀρχομένου κατ’ ὀξεῖαν προφοράν, λέγω τοῦ τώϲ Ἔϲτιν οὖν ὑπὲρ ἀμφοτέρων ἀναλαβόντα τὸν λόγον ἐκεῖνο φάναι, ὡϲ εὐλόγωϲ καὶ τὸ πῶϲ περιεϲπᾶτο, προαποδεδειγμένου τοῦ ὅτι τὸ ὥϲ ὀξύνεται. —τὰ πύϲματα ἢ φύϲει θέλει βαρύνεϲθαι ἢ δυνάμει. τὰ γοῦν ὑπὲρ μίαν ϲυλλαβήν, ἔχοντα τόπον τῆϲ βαρείαϲ, πάντα βαρύνεται τὰ δὲ μονοϲύλλαβα, οὐ δυνάμενα ἐκτὸϲ τῆϲ ὀξείαϲ γενέϲθαι, δυνάμει ἐβαρύνθη περιϲπαϲθέντα. ὅθεν τὸ μὲν ὥϲ, οὐχ ὑποπῖπτον πύϲματι, τὸν ἰδίον τόνον ἐφύλαξε· τὰ δὲ πῶϲ, γενόμενον πύϲμα, οὐ διὰ τὴν φωνὴν οὕτω περιεϲπάϲθη ὡϲ διὰ τὴν πεῦϲιν τὴν ἐγγενομένην. οὕτωϲ γοῦν τὰ ἀπ’ αὐτῶν ἀναφορικά, προϲλαμβάνοντα τὸ ο ,ὡϲ ἆν τῶν τόνων ἐν τοῖϲ μονοϲυλλάβοιϲ κατην. αγκαϲμένων, γενόμενα διϲύλλαβα δέχεται καὶ τὴν προοφειλομένην τάϲιν, ἡνίκα γίνεται ὅπου καὶ ὅπη καὶ ὅπωϲ, τῶν ὑπὲρ μίαν ϲυλλαβὴν οὐ ταὐτὸν ἀναδεχομένων διὰ τὸ κατὰ φύϲιν ἔχειν τὸν τόνον, πότε ὁπότε, ποῖοϲ ὁποῖοϲ, πηνίκα ὁπηνίκα. ὅθεν δοκεῖ μοι καὶ τὴν Δωρικὴν διάλεκτον τῷ μὲν προκατειλεγμένῳ λόγῳ ὅπωϲ ἀναγινὼϲκειν, οὐδ’ ὅπωϲ ἄριϲτα (Sophr. fr. 88 b Ahrens), τῷ μέντοι μᾶλλον αὐτοὺϲ ϲυγκαταβιβάζειν τὰ ἐπιρρήματα ὁπῶϲ, ὥϲτε ἀμφοτέραϲ τὰϲ ἀναγνώϲειϲ λόγου ἔχεϲθαι.