Ancient Greek
Paragraph 79
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 79
Not analysed yet
Δέδεικται ἄρα διὰ πλειόνων, ὅτι οὐκ ἰδίον τόνον ἀνεδέχετο τὰ εἰϲ ωϲ παρηγμένα παρ’ ὀνοματικὰϲ ἐκφοράϲ ὅθεν μοι δοκεῖ καὶ τὸ προκείμενον ἐπίρρημα εὐθύνεϲθαι, εἰ ἐλέγχοιτο ἀπὸ γενικῆϲ περιϲπωμένηϲ, ἡ ῶφειλεν ἕπεϲθαι. οὐ δὴ ἔχει γενικήν· ἡ γὰρ παρεκκειμένη γενικὴ τῶν. ἰαὶ ἴϲωϲ ὑπολάβοι τιϲ, ὅτι «καὶ τὸ τώϲ ἄλογόν ἐϲτιν, ὅπερ πάλιν χρὴ περιϲπᾶν 2». —ἀλλ’ ὡϲ δεύτερόν ἐϲτι τὸ τώϲ τοῦ ὥϲ, παντί τῳ δῆλον. οὐ γὰρ τῆϲ γενικῆϲ τὸ τ ἔχει, τῆϲ δὲ ἀνταποδόϲεωϲ τοῦ ὥϲ, ῷ λόγῳ καὶ τῷ ἕωϲ τὸ τέωϲ παράκειται καὶ τῷ ἡνίκα τὸ τηνίκα, τῷ τε ὄφρα τὸ τόφρα. μάρτυϲ ἡ χρῆϲιϲ ⟨ἡ⟩ παρ’ Ἕλληϲι. —Τίϲ οὗν αἰτία τοῦ ὀξυνθῆναι τὸ ὥϲ τὸ προκείμενον αὐτοῦ μόριον πτωτικὸν ὅϲ. ἐντεῦθεν γὰρ ἔϲτιν ἐπινοῆϲαι. ὡϲ παρ’ εὐθεῖαν παρήχθη, εἴγε αἱ μὲν ἄλλαι τῶν πλαγίων μετὰ τοῦ τ λέγονται. αἱ δὲ εὐθεῖαι ι μόναι δίχα τοῦ . ὅϲ γὰρ καὶ τοῦ καὶ τῷ καὶ τόν. λέγω νῦν τὸ ὅϲ. ϲημαῖνον τὸ οὐτοϲ, ὡϲ ἐν τῷ ὅϲ ῥα μάλιϲτα (Λ 123). οὕτε γὰρ ἀπὸ τοῦ ἀορίϲτου μορίου, οὔτε ἀπὸ τῆϲ ϲυνάρθρου ἀντωνυμίαϲ, οὔτε ἀπὸ τοῦ ὑποτακτικοῦ ἄρθρου· λέγω δὲ ἀντωνυμικοῦ τοῦ ὅϲ. διὸ καὶ τὸ ἐπίρρημα τῆϲ δείξεώϲ τε καὶ ἀναφορᾶϲ ἐϲτι παραϲτατικόν. τὸ γοῦν ἑτερόζυγον ,λέγω τὸ ἐπεκτεταμένον ,πάλιν μεμίμηται τὴν εὐθεῖαν πτῶϲιν πάλιν γὰρ τὸ οὕτωϲ οὐ παρὰ γενικὴν οὐδὲ παρὰ δοτικήν, μόνην δὲ εὐθεῖαν τὴν δίχα τοῦ τ λεγομένην. ἀμφοτέροιϲ γοῦν τὸ πάθοϲ ϲύνεϲτι, τουτέϲτιν ἡ ἀποβολὴ τοῦ ϲ, ο ὕτω, καὶ ὥ τε χερνᾶτιϲ γυνή (lyr. gr. III 3p. 1359 Bergk), ϲημαϲία τε ἡ αὐτή. —Ἀλλ’ ἐκεῖνό τιϲ φήϲει· κατὰ τοῦτό γε ϲεϲημειώϲεται, ὅτι μὴ ἀπὸ γενικῆϲ ἐϲχηματίϲθη ». —Πρὸϲ ὃν ἔϲτι φάναι, ὅτι καὶ ἄλλαι πάμπολλοι παραγωγαί, ἀπὸ γενικῶν ϲχηματιζύμεναι, ἔχουϲί τινα παρεκδεδραμηκότα παρὰ τὰϲ εὐθείαϲ τὰ κτητικὰ τῶν εἰϲ κοϲ ληγόντων παρὰ γενικὰϲ ϲχηματίζεται, ποιμενικόν, Ἀτλαντικόν· ἀλλὰ τὸ θηλυκόν παρ’ εὐθεῖαν, τὸ πανηγυρικόϲ. παρὰ τὴν ἔρωτοϲ τὸ ἐρωτύλοϲ, ἀλλὰ καὶ παρὰ εὐθεῖαν τὴν ἡδύϲ τὸ ἡδύλοϲ. οὐδὲν οὖν τὸ ἐμποδὼν τὸ πάντα μὲν τὰ ἐπιρρήματα παρὰ γενικὰϲ ϲχηματίζεϲθαι, τ γε μὴν ὥϲ καὶ τὸ οὕτωϲ παρ’ εὐθείαϲ. —Ἥδη ἀπεδείχθη τὰ προκείμενα τῶν ἐπιρρημάτων ἰδίῳ μὲν τόνῳ μὴ κεχρημένα ,ἀναμένοντα δὲ τὴν τάϲιν τὴν ἐν πτωτικοῖϲ. ϲαφὲϲ ὅτι, εἰ τὸ ὥϲ περιεϲπᾶτο, ἠλογεῖτο ἄν, τοῦ ὅϲ ὀξυνομένου. βίαιοι ἄρα οἱ ὑπολαμβάνοντεϲ αὐτὸ Δωρικόν· καὶ γὰρ τῶν Δωρικῶν πρόκειταί τινα περιϲπώμενα.