Ancient Greek
Paragraph 84
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 84
Not analysed yet
Ἡπόρηται δὲ καὶ τὸ α αὔτωϲ πῶϲ ἐγένετο. οὐ γὰρ ἔχει τὴν ἔννοιαν τῆϲ αὐτόϲ ἀντωνυμίαϲ, καθότι τὸ ἐκεῖνοϲ ὡϲ πρὸϲ τὸ ἐκείνωϲ καὶ τὸ οὺτοϲ ὡϲ πρὸϲ τὸ οὕτωϲ. πρὸϲ οὶϲ καὶ τὰ τοῦ τόνου διελέγχει. Πρύφων (p. 52 Velsen) περὶ τοῦ ϲημαίνοντοϲ τὸ οὕτωϲ ἐκδέχεται μετάπτωϲιν τοῦ ο είϲ τὸ α γεγενῆϲθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ ϲημαίνοντοϲ τὸ μάτην διαλαβεῖν. ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικόν, ἢ ϲυγκαταθετέον Ἡρακλείδῃ, φαμένῳ ὡϲ κατὰ ϲτέρηϲίν ἐϲτι τὴν διὰ τοῦ α αὔτωϲ, ϲυναλοιφῆϲ γενομένηϲ τοῦ α καὶ ο εἰϲ α μακρόν, ὡϲ τὸ Μενέλαοϲ —Μενέλαϲ, Δορύλαοϲ Δορύλαϲ, Πτερέλαοϲ Πτερέλαϲ. τὰ γὰρ ἐν τῷ δέοντι μὴ γενόμενα ματαίωϲ γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούϲῃ ποιότητι ποίηϲον ο ὕτωϲ.