Ancient Greek
Paragraph 85
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 85
Not analysed yet
Ἐϲτι καὶ ίδία παραγωγὴ τῶν εἰϲ χωϲ ληγόντων, ἃ μάλιϲτα παρὰ τὴν τῶν ἀριθμὸν δηλούντων πάλιν ἐπιρρημάτων ἀντιπαράθεϲιν ἀποτελεῖται, τοῦ τέλουϲ εἰϲ τὸ χωϲ τρεπομένου. ἅπερ οὐκέτι ἀναμένει τόνον ἀλλότριον ν, ἰδίᾳ δὲ περιϲπᾶται ἅπαντα, τετράκιϲ τετραχῶϲ, πεντάκιϲ πενταχῶϲ, πολλάκιϲ πολλαχῶϲ. ἐν ἰϲοϲυλλαβίᾳ οὑν ἀντιπαράκειται τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲι.