Ancient Greek · ~4 min
Paragraph 86
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 86
Not analysed yet
ἰαὶ κατὰ τοῦτο οὖν τιϲ ϲημειώϲαιτο τὸ διχῶϲ καὶ τριχῶϲ, ὅτι πλεονοϲυλλαβεῖ τοῦ δίϲ καὶ τρίϲ. Ἀλλ’ ἴϲωϲ ἐπεὶ οὐδὲ ὁλόκληρα αὐτὰ τὰ ἐπιρρήματα, ἐν δὲ ϲυγκοπῇ ῆ, καὶ τὰ παρακείμενα οὐ τῇ ϲυγκοπῇ ἠκολούθει, τῇ δὲ ὁλοκλήρῳ προφορᾷ. —Ἀλλ’ ἐπεὶ ἐμποδίζει τὸ μὴ ϲυνιεοῦϲθαι αὐτὰ τῷ δυάκιϲ καὶ τριάκιϲ, ἄμεινον ἐκεῖνο φάναι, ὡϲ πολλάκιϲ τὰ ἀπὸ μονοϲυλλάβων λέξεων παραγόμενα ἢ καὶ ϲυντιθέμενα φυλακτικά ἐϲτι τῶν ἰδίων φωνηέντων ὑπὲρ τοῦ μὴ παραναλίϲκεϲθαι εἰϲ τὰϲ παραγωγὰϲ αὐτὰϲ τὰϲ πρωτοτύπουϲ λέξειϲ, εἴγε καὶ ἡ πρό πρό. θεϲιϲ ϲυντιθεμένη οὐκ ἀποβάλλει τὸ ο, φωνήεντοϲ ἐπιφερομένου, ἡ δὲ ἀπό καὶ ὑπό· καὶ τὸ γή διον ὑποκοριζόμενον ἐφύλαξε τὸ η τοῦ γῆ, τοῦ τέλουϲ τῶν τοιούτων γενικῶν εἰϲ τὸ ιδιον μεταλαμβανομένου, κυνόϲ κυνίδιον, ἄρτου ἀρτίδιον, λέγω τῶν μετὰ ϲυμφώνου ἐκφερομένων· καὶ τὸ μνααῖοϲ ἐφύλαξε τὸ α. ἔϲτι καὶ ἄλλα πάμπολλα εἰϲ τὸ τοιοῦτον παραθέϲθαι. ἀναγκαία ἄρα καὶ ἡ μονὴ τοῦ ῑ ἐν τῷ διχῶϲ καὶ τριχῶϲ.