Ancient Greek · ~1 min
Paragraph 93
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 93
Not analysed yet
Ποἱϲ αὐτοῖϲ ἐπιχειρήμαϲι χρήϲαιτο ἄν τιϲ καὶ ἐπὶ τοῦ ἔνθεν καὶ ἐνθένδε· οὐδὲν γὰρ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων ἔξωθεν παραγωγὴν ἴϲχει τὴν διὰ τοῦ δὲ. φαίνεται δὲ ὅτι οὐδὲ δύο λέξειϲ εἰϲὶν ἡμαρτημέναι, ἀλλὰ μία, εἴγε καὶ τὸ ἐνθὲν Δωρικώτερον ἀπεδείχθη γενόμενον ἔνθα, καθὼϲ ἐπεδείξαμεν καὶ περὶ τοῦ πρόϲθεν πρόϲθα ,ὕπερθεν ὕπερθα.