Ancient Greek · ~5 min
Paragraph 94
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 94
Not analysed yet
Ἔχοι δ’ ἂν ἐπίϲταϲιν καὶ τὸ ὧδε, ϲυνήθωϲ μὲν τὴν εἰϲ τόπον ϲχέϲιν δηλοῦν, ἐν δὲ τοῖϲ ὕμηρικοῖϲ, ὡϲ Ἀριϲτάρχῳ δοκεῖ, ἐν τῷ καθόλου μὴ τοπικῆϲ ἔχεϲθαι ϲχέϲεωϲ, τῆϲ δὲ κατὰ ποιότητα. καὶ ϲαφέϲ ἐϲτιν, ὅτι τῇ μὲν παραγωγῇ τῇ διὰ τοῦ δε οὐκ ἀπιθάνωϲ τὸ ϲύνηθεϲ τοπικὸν ἐξεδέξατο ἐπίρρημα, οὐ μὴν καὶ τὰ τῆϲ παραγωγῆϲ ὁμολογεῖ, καθὼϲ ἐδείχθη ὡϲ ἡ τοπικὴ παραγωγὴ τὴν διὰ τοῦ α γραφὴν ἔχει πρὸ τοῦ τέλουϲ, ἀπό τε ὀνομάτων παρήγετο, τὸ δὲ οὐ τῇδε εἶχεν. —Ἀλλ’ ἦν καὶ ἑτέρα ϲύνταξιϲ ἐν αἰτιατικῇ πάλιν ὀνομάτων καὶ προϲθήκῃ τοῦ δε, ὡϲ ἔχει τὸ οἶκον δέ καὶ τὰ τούτοιϲ ὅμοια. ὅπερ πάλιν οὐ τῇδε εἰχε τὸ προκείμενον ἐπίρρημα, οὔτε κατὰ γραφήν, οὔτε κατὰ τάϲιν. διὸ καὶ ἕνεκα τῶν τοιούτων μᾶλλον ἄν τιϲ παραδέξαιτο τὸ eτὸ δέ ἐπὶ τοπικῶν ἐπιρρημάτων, πολλοῖϲιν γὰρ ἔγωγε ὀδυϲϲάμενοϲ τὸ δ’ ἱκάνω (τ 407) δύναται γὰρ ἐγκεῖϲθαι αἰτιατικῆϲ ἄρθρον κατ’ οὐδετέραν προφοράν. —Ϲαφὲϲ οὖν ὅτι ἔχοιτο ἂν λόγου του κατὰ παραγωγὴν τὴν δε ϲυλλαβὴν προϲλαβὸν κατὰ τὸ αὐτὸ ϲημαινόμενον ν, ὡϲ ἔχει παρὰ τὸ τῆμοϲ τὸ τημόϲδε, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ πρωτοτύπῳ, τηνίκα τηνικάδε. ϲημαίνοντοϲ οὖν τοῦ ὥϲ ἐπιρρήματοϲ τὸ οὕτωϲ, εἴη ἂν ἡ προκειμένη παραγωγὴ κατὰ τὸ αὐτὸ δηλούμενον ἐν τῷ ὧδε, ἀναγκαίωϲ μένη, ἐπεὶ ἡ φύϲει μακρὰ ἐν τῇ τοιαύτῃ παραγωγῇ περιϲπωμένην ἀναδέχεται, τοιοῦδε, τοι ῷ δε.