Ancient Greek · ~7 min · Dactylic hexameter
Book 2, lines 2.1097-2.1139
Apollonius Rhodius, Argonautica 2.1097-1139
Not analysed yet
καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,
ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο·
αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν
τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·
νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
κεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺς
ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι
ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.
οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως.
ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν.
ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες
δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον
καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ
υἱῆας Φρίξοιο μετʼ ἠιόνας βάλε νήσου
νύχθʼ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ
λῆξεν ἅμʼ ἠελίῳ· τάχα δʼ ἐγγύθεν ἀντεβόλησαν
ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·
Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν.
πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι
νηὸς ἀεικελίης διὰ δούρατα πάντʼ ἐκέδασσαν,
ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.
τούνεκα νῦν ὑμέας γουναζόμεθʼ, αἴ κε πίθησθε,
δοῦναι ὅσον τʼ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι
ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.
ἀλλʼ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
ξεινίου Ἱκεσίου τε· Διὸς δʼ ἄμφω ἱκέται τε
καὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.
τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν,
μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι·
ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.
ἀλλʼ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης
ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,
αὐτῶν θʼ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην.