Ancient Greek
110.1
Apollonius, Apotelesmata [Sp.] 110.1
Unproofread scanNot analysed yet
μὲν ἄλλον χρόνον τὰ μὲν αὐτοῖς ἐναντία, τὰ δ' ὡς ἐτυχεν κοιμᾶσθαι, τῇ δὲ νυκτί, καθ' ἣν τοῦ κυνὸς ἀνατολὴ γίνεται, πρὸς αὐτὸ τὸ ἄστρον ἐστραμμένα, καὶ τούτῳ τεκμηρίῳ τῆς ἐπιτολῆς τούς ἐκεῖ χρῆσθαι. πλὴν ὅγε Ἀριστοτέλης χωρὶς τῆς περὶ τούς βίους τῶν ζῴων ἐντρεχείας καὶ τοιαῦτά τινα διεξέρχεται, πάνυ πολλὴν ἐπιμέλειαν πεποιημένος ἐν τοῖς πλείστοις αὐτῶν καὶ οἷον ἐργῷ, οὐ παραέργῳ χρῶμενος τῇ περὶ τούτων ἐξηγήσει. τὰ γοῦν πάντα σχεδὸν ἑβδομήκοντα περὶ αὐτῶν καταβέβληται βιβλία, καὶ πεπειραται ἐξηγητικώτερον ἢ ἱστορικώτερον ἐν ἑκάστοις ἀναστρέφεσθαι, . . . πρὸς τὴν ἡμετέραν ἐκλογὴν ἐπιποιεῖν ἐκ τε τούτων τῶν προειρημένων αὐτῷ τὸ ξένον καὶ παράδοξον καὶ τῶν ἄλλων ἐπιδραμεῖν.