Ancient Greek
110.2 to 112.23
Apollonius, Apotelesmata [Sp.] 110.2-112.23
Unproofread scanNot analysed yet
LXI (67). λέγει γοῦν τὰ χερσαῖα πάντα ἀναπνεῖν, ὅσα πνεῦμονα ἔχει, σφήκας δὲ καὶ μελίσσας οὐκ ἀναπνεῖν. LXII (68). "Ὅσα τε κύστιν ἔχει πάντα καὶ κοιλίαν, ὅσα τε κοιλίαν πάντα καὶ κύστιν. LXIII (69). "Ἀναῖμα δὲ εἶναι πολλὰ μὲν τῶν ζῴων, καθόλου δὲ ὅσα πλείους πόδας ἔχει τεττάρων. LXIV (70). Ὅσα δὲ τρίχας ἔχει πάντα ζωοτο-κεῖν· οὐκ ἀντιστρέφει δέ. LXV (71). Πάντα τὰ ζῷα κινεῖν τὴν κάτω σιαγόνα πλὴν τοῦ ποταμίου κροκοδείλου· τοῦτον δὲ μόνον τὴν ἄνω. LXVI (72). Ἐν Ἰλλυριοῖς εἶναι καὶ Παιονίᾳ μωνύχους · μῶνυχον δὲ καὶ δίκερων οὐδὲν ἐφθᾶσθαι, μονοκέρατα δὲ καὶ μῶνυχᾳ οἷον τὸν Ἰν-δικὸν ὄνον· τοῦτον δὲ καὶ ἀστράγαλον τῶν μωνύ-χων ἔχειν ζῴων . LXX (76). Τῶν δ᾽ ἐλάφρων τοὺς ἀχαιῦνας κα-λουμένους δοκεῖν ἐν τῇ κέρκῃ τὴν χολὴν ἔχειν. LXXI (77). Τοὺς δὲ ἰχθῦς οὐκ ἔχειν στόμα-χον, διὸ καὶ τῶν μεγάλων, ἕτερον ὅταν διώκωσιν ἐλάττονα, προσπίπτειν τὴν κοιλίαν εἰς τὸ στόμα. LXXII (78). Τοὺς δὲ ὄφεις πλευρὰς ἔχειν ᾧ. καὶ ὄμματα δὲ αὐτῶν ἐὰν τις ἐκκεντήσῃ, καθάπερ LXXVI (82) Τρίχας δὲ ἔχειν τῶν ζῴων ὅσα πεζὰ καὶ ζωοτόκα, φολίδας δὲ ὅσα πεζὰ καὶ ᾠοτόκα. LXXVII (83) Ἦδη δὲ τισιν κάμνουσιν πολιὰς γίνεσθαι, ὑγιασθεῖσιν δὲ πάλιν μελαῖνας. LXXVIII (84) Τὸν δὲ ἐν τῇ Χαλκιδικῇ ποταμὸν τὸν ἐπὶ Θράκης τὸν καλούμενον Κοχρύναν πιόντα τὰ πρόβατα ἔχειν τὰ γεννώμενα μέλανα ποιεῖν. καὶ ἐν τῇ Ἀντανδρίᾳ δύο ποταμοὺς εἶναι, ὧν τὸν μὲν λευκά, τὸν δὲ μέλανα γεννᾶν. δοκεῖν δὲ καὶ τὸν Σκάμανδρον ξανθὰ ποιεῖν, διὸ καὶ τὸν τὰ τῶν χελιδόνων, πάλιν γίνεσθαι. ποιητὴν ἀντὶ Σκαμάνδρου Ξάνθον αὐτὸν προσάγορευεῖν. καὶ ἐν τῇ Εὐβοίᾳ δὲ κατὰ τὴν Ἀττικὴν τὴν συνορίζουσαν τῇ Χαλκίδι δύο ποταμοί, Κέφω καὶ Νηλεύς, ὧν αἱ γυναῖκες ἐὰν περὶ τὸ συλλαμβάνειν οὗσαι πίωσιν, ἐὰν μὲν ἀπὸ ποταμοῦ Κέφωνος, μέλανα τίκτουσιν, ἐὰν δὲ ἀπὸ τοῦ Νηλέως, λευκά.