Ancient Greek
136.2
Apollonius, Apotelesmata [Sp.] 136.2
Unproofread scanNot analysed yet
IV. Ἄβαρις δὲ ἐξ Ἱππερβορέων ἦν μὲν καὶ αὐ-τὸς τῶν θεολόγων, ἔγραφε δὲ καὶ χρησμοὺς τὰς χώρας περιερχόμενος, οἳ εἰσὶν μέχρι τοῦ νῦν ὑπάρχοντες. προέλεγεν δὲ καὶ οὗτος σεισμοὺς καὶλοιμοὺς καὶ τὰ παραπλήσια καὶ τὰ γιγνόμενα κατ’ οὐρανόν. λέγεται δὲ τοῦτον εἰς Λακεδαίμονα παρα-γενόμενον εἰρῆσθαι τοῖς Λάκασιν κωλυτήρια θύσαι τοῖς θεοῖς, καὶ ἐκ τούτων ὕστερον ἐν Λακεδαίμονι λοιμὸς οὐκ ἐγένετο.