Ancient Greek
136.3
Apollonius, Apotelesmata [Sp.] 136.3
Unproofread scanNot analysed yet
V. Τὰ δὲ περὶ Φερεκύδην τοιαῦτά τινα ἱστο-ρεῖται. ἐν Σ[κ]ύρῳ ποτὲ τῇ νήσῳ διψῶντα ὑδάτιον αἰτῆσαι παρὰ τινὸς τῶν γυναικῶν, πιόντα δὲ προ-ειπεῖν σεισμὸν ἐσόμενον ἐν τῇ νήσῳ μετὰ τρίτην ἡμέραν. τούτου δὲ συμβάντος μεγάλην δόξαν αὐ-τὸν ἀπενέγκασθαι. πάλιν δὲ εἰς Σάμον πορευό-μενον εἰς τὸ τῆς Ἥρας ἱερὸν ἰδεῖν πλοῖον εἰς τὸν λιμένα καταγόμενον, καὶ εἰπεῖν τοῖς συνεστῶσιν, ὡς οὐκ εἰσλελεύσεται ἐντὸς τοῦ λιμένος. ἐπὶ δὲ λέγοντος αὐτοῦ καταφραγῆναι γνόφον καὶ τέλοςἀφανισθῆναι τὴν ναῦν.