Ancient Greek
142.2
Apollonius, Apotelesmata [Sp.] 142.2
Unproofread scanNot analysed yet
IV. Ἄβαρις δὲ ἐξ Ἐρεθρῶν ἦν μὲν καὶ αὐτὸς τῶν θεολόγων, ἔγραφε δὲ καὶ χρησμοὺς τὰς χώρας περιερχόμενος, οἳ εἰσὶν μέχρι τοῦ νῦν ὑπάρχοντες. προέλεγεν δὲ καὶ οὗτος σεισμοὺς καὶ λοιμοὺς καὶ τὰ παραπλήσια καὶ τὰ γιγνόμενα κατ’ οὐρανόν. λέγεται δὲ τοῦτον εἰς Λακεδαίμονα παραγενόμενον εἰρῆσθαι τοῖς Λάκωσι κωλυτήρια θύσαι τοῖς θεοῖς, καὶ ἐκ τούτου ὕστερον ἐν Λακεδαίμονι λοιμὸς οὐκ ἐγένετο.