Ancient Greek
142.3
Apollonius, Apotelesmata [Sp.] 142.3
Unproofread scanNot analysed yet
V. Τὰ δὲ περὶ Φερεκύδην τοιαῦτά τινα ἱστορεῖται. ἐν Σ[π]ύρῳ ποτὲ τῇ νήσῳ διψῶντα ὑδάτιον αἰτῆσαι παρὰ τινὸς τῶν γνωρίμων, πίνοντα δὲ προεῖπεῖν σεισμὸν ἐσόμενον ἐν τῇ νήσῳ μετὰ τρίτην ἡμέραν. τούτου δὲ συμβάντος μεγάλην δόξαν αὐτὸν ἀπενέγκασθαι. πάλιν δὲ εἰς Σάμον πορευόμενον εἰς τὸ τῆς Ἥρας ἱερὸν ἰδεῖν πλοῦν εἰς τὸν λιμένα καταγόμενον, καὶ εἰπεῖν τοῖς συνεστῶσιν, ὡς οὐκ εἰσελεύσεται ἔντος τοῦ λιμένος. ἐπὶ δὲ λέγοντος αὐτοῦ καταρραγήναι γνόφον καὶ τέλος ἀφανισθῆναι τὴν ναῦν.