Ancient Greek
151.1 to 151.2
Apollonius, Apotelesmata [Sp.] 151.1-2
Unproofread scanNot analysed yet
XLIII Θεόφραστος ἐν τῷ περὶ φυτῶν· περὶ Σόλους τῆς Κιλικίας παρὰ τὸν ποταμὸν τὸν λεγόμενον Πίναρον, οὗ ἡ μάχη Ἀλεξάνδρου πρὸς Δαρεῖον ἐγένετο, αἱ ῥοαὶ ἀχύρηνοι γίγνονται· δι’ ὅλου δὲ <ἐν Αἰγύπτῳ οἱ> κόκκοι τὸ οἶνιζον ἔχουσιν. XLIV Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων, ἡ μέλισσα, φησίν, ἀποβάλλουσα τὸ κεντρίον ἀποθνῄσκει, αἱ δὲ βαστάζουσι ἐξω τοῦ συμφυῶνος. XLV Τῶν παρατετηρημένων ἐστὶν καὶ τὸ τοῖς λευκοῖσι ἄνθεσι τῆς στεφάνου διὰ νυκτὸς λύχνους παρακαίεσθαι, ἵνα εἰς τὴν πρωΐαν ταῦτα παραμένη ἀμάραντα. ποιοῦσι δὲ τοῦτο οἱ στεφανηπλόχοι.