Ancient Greek
151.4
Apollonius, Apotelesmata [Sp.] 151.4
Unproofread scanNot analysed yet
XLVI Θεόφραστος ἐν τῇ ε’ τῶν φυτικῶν αἰτιῶν φησὶν τὰ κελύφα τῶν κυάμων περὶ τὰς ῥίζας τῶν δένδρων περιτιθέμενα ξηραίνειν τὰ φύομενα. καὶ αἱ κατοικίαι δὲ ὀρνίθες συνεχῶς ταῦτα ἐσθίουσαι ἄτοκοι γίγνονται. ὅθεν καὶ διὰ ταύτην τὴν αἰτίαν, τάχα δὲ καὶ δι’ ἄλλας οἱ Πυθαγόριοι ἀπηγορεύκασιν τῷ κυάμῳ χρῆσθαι· καὶ γὰρ πνευματοποιὸν καὶ δύσπεπτον, καὶ τοὺς ὀνείρους τεταραγμένους ἡμῖν ἐμποιεῖ.