Ancient Greek
172.2 to 172.4
Apollonius, Apotelesmata [Sp.] 172.2-4
Unproofread scanNot analysed yet
VII. Ἐγένετο καὶ ἐν Μηνουνίᾳ, πόλει τῆς Ἰταλίας, ἐν Ἀριππίνης τῆς Σεβαστῆς ἐπαύλει ἀνδρόγυνος, ἄρχοντος Ἀθήνησιν Λιονυσδοδώρου, ὑπατευνόντων ἐν Ῥώμῃ Λέκμου Ἰουνίου Σιλανοῦ Τορκουνάτου καὶ Κοῖντου Ἀτερίου Ἀντωνίνου. Φιλωτίς γὰρ τις ὀνόματι παρθένος, Συργναία τὸ γένος, ὥραια πρὸς γάμον ὑπὸ τῶν γονέων κατεγγεγυμμένη ἀνδρί, μορίων αὐτῇ προφανέντων ἀρσενικῶν ἀνὴρ ἐγένετο. VIII. Καὶ ἄλλος δέ τις ἀνδρόγυνος κατὰ τοὺς αὐτοὺς χρόνους ἐγένετο ἐν Ἐπιδάυρῳ, γονέων ἀπόρων παῖς, ὃς ἐκάλειτο πρότερον Συμφέρουσα, ἀνὴρ δὲ γενόμενος ὠνομάζετο Συμφέρων, κηπουρῶν δὲ τὸν βίον διῆγεν. IX. Καὶ ἐς Λαοδίκειαν δὲ τῆς Συρίας γυνή, ὀνόματι Αἰτητή, συνοικοῦσα τῷ ἀνδρὶ ἐτι μετέβαλε τὴν μορφὴν καὶ μετωνομάσθη Αἰτητὸς ἀνὴρ γενόμενος, ἄρχοντος Ἀθήνησιν Μακρίνου, ὑπατευνόντων ἐν Ῥώμῃ Λουκίου Αἰμιλίου Αἰλιανοῦ καὶ . . . Οὐέτερος. τοῦτον καὶ αὐτὸς ἐθεασάμην.