Ancient Greek
172.5
Apollonius, Apotelesmata [Sp.] 172.5
Unproofread scanNot analysed yet
X. Ἐγεννήθη καὶ ἐπὶ Ῥώμης ἀνδρόγυνος, ἄρχοντος Ἀθήνησιν Ἰάσονος, ὑπατευόντων ἐν Ῥώμῃ Μάρχου Πλατίου καὶ Λουκίου Κανινίου . . . Ῥαίου καὶ Μάρχου Φουλβίου Φλάκχου· δι᾿ ἧν αἰτίαν ἡ σύγκλητος ἐκέλευσεν τοὺς ἱερομνήμονας ἀναγνῶναι τοὺς Σιβύλλης χρησμούς, καὶ ἐξηγήσαντο τοὺς χρησμούς. εἰσὶν δὲ οἱ χρησμοὶ οὕδε· ὅσα τέρα καὶ ὅσα παθήματα τλήμονος αἰῆς ἴστος ἐμὸς νήσει, τάδ᾿ ἐνὶ φρεσὶν αἰκὲ νοήσῃς, Ῥώμῃ ἐγὼ πίσυνος· καὶ τοὶ ποτὲ φημὶ γυναῖκα ἀνδρόγυνον τέξεσθαι ἔχοντ᾿ περ ἄρσενα πάντα, νηπίαχαι θ᾿ ὅσα δηλύτεραι φαίνουσι γυναῖκες. οὐχ ἔτι δή κρύψω, θυσίας δέ τοι ἐξαγορεύσω προφρονέως Δήμητρι καὶ ἄγνῃ Περσεφονείῃ. ἴστω δ᾿ αὕτῃ ἄνασσα θεά, τὰ μὲν εἴχε πῖθηται, σεμνοτάτῃ Δήμητρι καὶ ἄγνῃ Περσεφονείῃ. θησαυρὸν μὲν πρῶτα νομίσματος εἰς ἐν ἀδρούσας, ὅτι θέλεις ἀπὸ παμφύλων πόλεων τε καὶ αὐτῶν, μητρὶ Κόρης Δήμητρι †κέλευ θυσίαν προτίθεσθαι. αὐτὰρ δημοσία κέλομαί σε τρις ἐννέα ταύρους φανὰς ἡυκέρους θύμεν λευκότριχας, αἳ κεν ὑμετέρα γνώμῃ κάλλει προφερέσταται ὦσιν. παίδας, ὅσας πάρος εἶπα, κέλευ᾿ ἄγλαστὶ τάδ᾿ ἐρδειν ἀθανάτην βασιλίσσαν ἐπενχομένας θύεσσιν