Ancient Greek
210.3
Apollonius, Apotelesmata [Sp.] 210.3
Unproofread scanNot analysed yet
LI. Παρὰ Φρυξὶν ἐὰν τις γεωργὸν βοῦν ἀποκτείνῃ ἢ σκευὸς τῶν περὶ τὴν γεωργίαν κλέψῃ, θανάτῳ ζημιούται. LII. Λύκιοι τὰς γυναῖκας μᾶλλον ἢ τοὺς ἄνδρας τιμῶσι καὶ καλοῦνται μητρόθεν, οὐ πατρόθεν, τὰς δὲ κληρονομίας ταῖς θυγατράσιν ἀπολείπουσιν, οὐ τοῖς υἱοῖς. ὃς δ’ ἂν ἐλεύθερος ἄλῳ κλέπτων, δοῦλος γίνεται. τὰς δὲ μαρτυρίας ἐν ταῖς δίκαις οὐκ εὐθὺς παρέχονται, ἀλλὰ μετὰ μῆνα.