Ancient Greek
210.5 to 212.4
Apollonius, Apotelesmata [Sp.] 210.5-212.4
Unproofread scanNot analysed yet
LIII. Ἀσσύριοι τὰς παρθένους ἐν ἀγορᾷ παλοῦσι τοῖς θέλουσι συνοικεῖν, πρῶτον μὲν τὰς εὐγενεστάτας καὶ καλλίστας, εἶτα τὰς λοιπὰς ἐφεξῆς. ὅταν δὲ ἐλθῶσι ἐπὶ τὰς φαυλοτάτας, κηρύττουσι, πόσον τις θέλει προσλαβὼν ταύταις συνοικεῖν, καὶ τὸ συναχθὲν ἐκ τῆς τῶν εὐπρεπῶν τιμῆς [ταῖς παρθένοις] ταύταις προστίθενται. LIV. Πέρσαι, ὅ μὴ ποιεῖν ξέεστιν, οὐδὲ λέγουσιν. LV. Παρὰ Πέρσαις ὃς ἂν ἡδονὴν καινὴν ἐπινοήσῃ, δῶρα λαμβάνει. 3. ξένοις δ᾽ ἐμβιοῦν οὐκ ἔξεστιν ἐν Σπάρτῃ οὔτε Σπαρτιάταις ξενιτεύειν. LVI. Παρὰ Πέρσαις ὃς ἂν καταγνωσθῇ ὑπὸ βασιλέως, πενθεῖ διὰ βίου καὶ ποτηρίῳ πίνει πετρίνῳ. ὅταν δὲ ὁ βασιλεὺς ἀποθάνῃ, ἀφίενται τῶν ἐγκλημάτων πάντες καὶ ἀρπάζουσιν ὃ θέλουσι καὶ παρανομοῦσιν ἐπὶ τρεῖς ἡμέρας, ἕως ἂν ἐπὶ τὰς βασιλείους θύρας ἐλθόντες αἰτήσωνται βασιλέα, ὅστις αὐτοὺς ἀπαλλάξει τῆς ἀνομίας. LVII. Παρὰ Πέρσαις ἐὰν τινὰ προστάξῃ ὁ βασιλεὺς μαστιγῶσαι, εὐχαριστεῖ ὡς ἀγαθοῦ τυχών. LIX. Παρ᾽ Αἰγυπτίοις μαρτυρεῖν ἀγράμματῳ οὐκ ἔξεστιν. LX. Ἀφάραντες Λίβυες τῶν θυγατέρων ἀρίστας κρίνουσι τὰς πλεῖστον χρόνον μεμενηκυίας παρθένους. LXI. Παρὰ Καρχηδονίοις οὐκ ἔξεστι τοῖς ἀστρατοις φορεῖν ἐνῶτιον χρυσοῦν· ὅσας δ᾽ ἂν στρατεύσωνται στρατείας, τοσαῦτα δεῖ φοροῦσιν ἐνῶτια. LXII. 1. Λακεδαιμόνιοι τοὺς γέροντας αἰσχύνονται οὐδὲν ἧττον ἢ πατέρας. 2. γυμνάσια δ᾽ ὥσπερ ἀνδρῶν ἐστιν, οὕτω καὶ παρθένων. 4. οὗτοι ταῖς γυναιξὶν παρακελεύονται ἐκ τῶν LXIII εὐειδεστάτων κύειν καὶ ἀστῶν καὶ ξένων. LXIII Κρῆτες πρῶτοι Ἑλλήνων νόμους ἔσχον Μίνως θεμένου· προσεποιεῖτο δὲ Μίνως παρὰ τοῦ Διὸς αὐτοὺς μεμαθηκέναι, ἐννέα ἔτη εἰς τι ὄρος φοιτήσας, ὁ Διὸς ἄντρον ἐλέγετο. LXIV Οἱ Κρητῶν παῖδες ἀγελάζονται μετ’ ἀλλήλων σκληραγωγούμενοι καὶ τὰ πολέμια· διδασκόμενοι καὶ θήρας δρόμους τε ἀνάντεις ἀνυπόδετοι ἀνύοντες, καὶ τὴν ἐνόπλιον πυρρίχην ἐκπονοῦνται, ἣντινα πρῶτος εὗρε Πύρριχος. LXV Λίγυες τοὺς γονεῖς, ὅταν μηκέτι ὦσι διὰ γῆρας χρήσιμοι, κατακρημνίζουσιν. ὁ δὲ βασιλεὺς ἀποθανόντος φίλου μικρόν τι τοῦ ὀπλίου ἀποτέμνει, ἀναγκαιότερον δὲ τελευτήσαντος πλεῖον ἀφαιρεῖ· ὅταν δὲ ὁ πάντων εὐνούστατος ἀποθάνη<, τὸ ὅλον>.