Ancient Greek
Section 1
Appian of Alexandria, Appiani ad Frontonem epistula 1
Not analysed yet
Παρὰ Ἀππιανοῦ Φρόντωνι. οὐδὲ σήμερον ἐδυνήθην σε ἰδεῖν, διὰ τὴν γαστέρα νυκτὸς ἐνοχλοῦσαν ἕως ἄρτι κοιμηθείς. ἃ δὲ ἀγρυπνῶν ἠπόρουν, οὐ κατέσχον οὐδ' ἀνεβαλόμην, ἀλλ' ἐκ πολλῶν ὀλίγα σοι γέγραφα. σὺ δέ, εἰ μὲν δίκαιά ἐστιν, ὡς δικαίοις, εἰ δὲ σχολαστικά, ὡς ἁπλοῖς, εἰ δὲ μή, ἀλλ' ἔμοιγε ὡς λυπουμένῳ καὶ παρακαλοῦντι πείσθητι καὶ εἶξον.