Ancient Greek
Section 2
Appian of Alexandria, Appiani ad Frontonem epistula 2
Not analysed yet
εἰκὸς ἕπεσθαι τοῖς κοινοῖς τὰ ἰδιωτικά· εὐθύνομεν γοῦν τὰ ἴδια πρὸς ἐκεῖνα, καὶ ὁ νόμος οὕτω κελεύει. πῶς οὖν αἱ μὲν πόλεις οὐκ ὀκνοῦσι λαμβάνουσαι παρὰ τῶν διδόντων ἀναθήματά τε καὶ χρήματα καὶ ἀργύριον αὐτὸ πολιτῶν τε καὶ ξένων, ἤδη δέ τινας καὶ αὑτούς πως ὑποδιδόντας, φίλος δὲ δὴ παρὰ φίλου λαβεῖν ὀκνεῖ παρακαλοῦντος;